Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1729
Not analysed yet
κϛʹ, κζʹ. «Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ. Καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.» Ἐβουλήθη δὲ τῇ ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταυτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον, ἀλλ' ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος, μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν. κηʹ, κθʹ. «Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ· καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.» Εἰς ἀκολασίαν ἐξοκείλαντες πάλιν, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφεγὼρ δέ ἐστιν εἴδωλον παρ' ἐκείνοις τιμώμενον. καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος, Βάαλ δὲ τὸ εἴδωλον. Τοῦτον δέ φασι Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς καλουμένας παρ' Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσφέρειν εἰώθασι· καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας. «Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.» Πάλιν γὰρ ἕτερον αὐτοῖς ἐπήγαγε θάνατον. λʹ, λαʹ. «Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.» Τὴν θραῦσιν ὁ Σύμμαχος πληγὴν εἴρηκε. Διδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία· τὸν γὰρ Ζαμβρὴν μιχθῆναι τῇ Μαδιανίτιδί τινι προφανῶς ἀνασχόμενον δόρατι χρησάμενος συνανεῖλε τῇ γυναικί. Τὸν τούτου ζῆλον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκώλυσεν. λβʹ, λγʹ. «Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωσῆς δι' αὐτούς. Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὑτοῦ.» Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες, μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς, οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ θείῳ προστάγματι διηκόνησεν· ἀλλ' ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ «Διέστειλεν ἐν