Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1732
Not analysed yet
τοῖς χείλεσιν αὑτοῦ,» ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως λόγοις ἐχρήσατο. Εἶπε γάρ· «Φησὶ Μωσῆς πρὸς αὐτοὺς, Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;» Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐδ' αὐτῷ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀπέδωκε γῆν· ἀλλὰ τὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέλος· δι' Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν. Καὶ δοκεῖ μὲν ταύτην αὐτῷ τιμωρίαν ἐπιτεθεικέναι τῶν ὅλων ὁ πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ, τῶν Ἰουδαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ πᾶσαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυμάτων ὑπουργῷ γενομένῳ; Διά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός· πρὸς δὲ τοῦτο, καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπήλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσωσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν ἐλέγχει παρανομίαν. λδʹ—λϛʹ. «Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον.» Τὴν γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προαναστέλλων. Ἀλλ' ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. λζʹ—λθʹ. «Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας αὑτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν.» Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπον· ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείπει τὸ αἵμασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσενεγκεῖν; Τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προσέφερον· τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. «Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσεν.