Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1744
Not analysed yet
»Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον, οὕτω τοὺς τελώνας διδασκάλους τῆς οἰκουμένης ἀπέφηνεν, οὕτω τοὺς παναγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαίρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων. καʹ, κβʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.» Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον, τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημήνασθαι μέν τοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρεγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λατρείαν. Τὴν δὲ τῆς αἰνέσεως θυσίαν ὁ Ἀκύλας θυσίαν εὐχαριστίας προσηγόρευσεν. κγʹ, κδʹ. «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμασία αὐτοῦ ἐν τῷ βυθῷ.» Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πελάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλεποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύναμιν. Καὶ μὲν δὴ καὶ πάντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προτέρας ἀπάτης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. κεʹ, κϛʹ. «Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.» Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος, καὶ τὰ λυπηρὰ γίγνεται, καὶ τὰ θυμήρη προσγίνεται. «Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. [κζʹ] Ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὡς ὁ μεθύων· καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.» Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν· αἰνίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς φύσεως συμφοράς· ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται, τῇδε κἀκεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅτ' ἂν ὑπάρχῃ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. κηʹ—λʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλί-