Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1741
Not analysed yet
ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤῥηξε τὰ δεσμά. ιεʹ, ιϛʹ. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.» Πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς, τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν· καθάπερ γὰρ τὸν εἴσω τοιούτων καθειργμένον θυρῶν τε καὶ μοχλῶν, διαφεύγειν τῶν ἀδυνάτων· οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκείνων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνιαρῶν τὴν λύσιν χαρίσασθαι. ιζʹ. «Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὑτῶν ἐταπεινώθησαν.» Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν. Ἀλλ' ὅμως, καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδουμένους κακοῖς σωτηρίας ἠξίωσεν. ιηʹ. «Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν· καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.» Ἰουδαῖοι μὲν γὰρ, τῷ πλήθει συνεχόμενοι τῶν κακῶν, καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ, ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· «Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.» Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκαλίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν, οἱ μὲν Σωκράτους κατεψηφίσαντο θάνατον· οἱ δὲ τὸν Ἀνάξαρχον ξένῃ παρέδοσαν τιμωρίᾳ· οἱ δὲ ἄλλοι τοῦ Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. ιθʹ. «Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς.» Εἶτα διδάσκει τῆς σωτηρίας τὸν τρόπον. κʹ. «Ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.» Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας, καὶ ἀποσταλεὶς, ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραφος, καὶ πανταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παντοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς διαφθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρτωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρεγγύησεν· οὕτω τὸν παρειμένον ἐστήριξεν εἰρηκὼς,