Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1748
Not analysed yet
δὲ αὐτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· «Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε.» Καὶ πάλιν· «Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε.» Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν· καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταυτὸ τοῦτο δρῶντες διατελοῦσιν. ληʹ. «Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.» Ὁ γὰρ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον Ἀπόστολον. Κτήνη δὲ καλεῖ τοὺς ὑπ' αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξησεν τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· «Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν τῇ Ἐκκλησίᾳ.» Καὶ αὐτὸς δὲ ὁ Κύριος πρόβατα καλεῖ τοὺς πιστεύοντας· «Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Ἐνταῦθα πάλιν τὰ Ἰουδαίοις συμβησόμενα προθεσπίζει κακά. λθʹ. «Καὶ ὠλιγώθησαν, καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.» Τοῦτο μὲν οὖν φησιν· Οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐλογίας καὶ εὐθηνίας πεπιστευκότες ἀπήλαυσαν. Οἱ δὲ πάλαι τῆς τῶν προφητικῶν ποταμῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης, καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς, καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. μʹ. «Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν.» Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πράγματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου· ἀλλ' οἱ πάλαι περιφανεῖς καὶ περίβλεπτοι, ἄσημοι παντελῶς εἰσι, καὶ ὑπ' αὐτῶν ἐκείνων καταφρονούμενοι. «Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ.» Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Ὁ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλ' ἀπαγορεύει τὴν πλάνην· τοὺς δὲ μὴ πειθομένους ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀνερμάτιστοι περιφερόμενοι τῇδε κἀκεῖσε περιπλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν θείαν γὰρ καταλιπόντες ὁδὸν, τοῖς οἰκείοις ἕπονται λογισμοῖς.