Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1749
Not analysed yet
μαʹ. «Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας.» Τὰ γὰρ πάλαι πτωχεύσαντα ἔθνη τῆς θείας ἐπικουρίας ἀπήλαυσαν, καὶ τὸν πνευματικὸν ἐκτήσαντο πλοῦτον. «Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς.» Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ὑπερεπαρεῖ πτωχὸν ἐκ πενίας, καὶ θήσει ὡς ποίμνιον συγγενείας. Ὡς προβάτων γὰρ τῶν ἰδίων ἐπιμελεῖται, καὶ ὡς συγγενῶν κατὰ σάρκα προμηθεῖται καὶ κήδεται. μβʹ. «Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῶν.» Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν, καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ. μγʹ. «Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;» Οὔτε γὰρ τὸ συνιέναι καὶ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε φυλάξαι τὰς θείας νομοθεσίας παντός· ἀλλὰ τοῦ σοφίᾳ καὶ συνέσει χρωμένου, καὶ βοῶντος πρὸς τὸν Δεσπότην· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» ΕΡΜΗΝ. ΤΟΥ ΡΖʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ ψαλμοῦ τῷ Δαβίδ.» Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς καὶ τὴν Ἰουδαίων ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν· πολλὴν δ' ἔχει τὴν συγγένειαν πρός τε τὸν νϛʹ καὶ πρὸς τὸν νθʹ ψαλμόν. βʹ. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.» Καὶ ἤδη προειρήκαμεν, ὡς δόξαν οἰκείαν ὁ προφήτης τὴν προφητικὴν χάριν καλεῖ. Τῇ τῆς προφητείας, φησὶ, χρώμενος μελῳδίᾳ, λέγω σοι τῷ Δεσπότῃ, ὡς εὐρεῖαν ἔχω τὴν καρδίαν μου, καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. γʹ, δʹ. «Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν.» Ψαλτήριον καὶ κιθάραν ἑαυτὸν ὁ προφήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μουσικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀνεκρούετο μελῳδίαν. Διεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ Δεσπότου, ἀποκρίνεται πάλιν, καὶ ὑπισχνεῖται ὄρθρου τοῦτο ποιήσειν. Ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον, ἀλλὰ μετὰ μυρίων ἐθνῶν καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιη-