Ancient Greek · ~5 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1997
Not analysed yet
τῆς ὅλης τῶν ψαλμῶν πραγματείας τὸ τέλος, καὶ τῷ σκοπῷ τῆς προφητείας συμβαῖνον. Καὶ γὰρ ἡ προφητεία τοῖς ἔθνεσι κηρύττει τὴν σωτηρίαν, καὶ τῆς προφητείας τὸ τέλος τοὺς ταύτης τετυχηκότας ὑμνεῖν τὸν εὐεργέτην παρακελεύεται. Ἡμεῖς δὲ οὐ μόνον τῶν ῥημάτων ἀκούομεν, ἀλλὰ καὶ ἐνταῦθα θεωροῦμεν τὰ πράγματα. Ἐν ἑκάστῃ γὰρ καὶ πόλει, καὶ κώμῃ, καὶ ἀγροῖς, καὶ ἐν ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν τῇ ἀοικήτῳ καὶ παντελῶς ἐρήμῳ, ὁ τῶν ὅλων ὑμνεῖται Θεός. Ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ παρακαλῶ, εἰ μὲν εὖ καὶ καλῶς ἑρμηνεύεσθαι δόξειε, τὴν ἐκ τούτων ὠφέλειαν καρπώσασθαι. Εἰ δέ που τῶν κεκρυμμένων τοῦ Πνεύματος οὐκ ἐφικόμεθα μυστηρίων, μὴ σφόδρα ἡμῖν ἐπιμέμψασθαι. Ἃ γὰρ εὑρεῖν ἠδυνήθημεν ἀφθόνως ἅπασι προτεθείκαμεν, καὶ ἃ παρὰ τῶν Πατέρων ἐδιδάχθημεν, τοῖς μεθ' ἡμᾶς προσενεγκεῖν ἐσπουδάσαμεν. Καὶ τὸν μὲν πόνον ἡμεῖς ἠνεσχόμεθα, ἄπονον δὲ ἄλλοις ὠφέλειαν προσφέρομεν. Οὓς ἀξιῶ εὐχαῖς τὸν πόνον ἀμείψασθαι· ἵνα ταύταις ἐρειδόμενοι, προσθῶμεν τοῖς λόγοις τὰ ἔργα, καὶ τὸν ἐξ ἑκατέρων συγκείμενον μακαρισμὸν καρπωσώμεθα. «Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.