Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1996
Not analysed yet
φυτῶν, καὶ θηρίων, καὶ ἑρπετῶν, πρόφασιν εἰς εὐχαριστίαν λαβεῖν προσετάχθημεν, πολλῷ μᾶλλον εἰς τοὺς ἁγίους ἀφορᾷν, καὶ τὸν τούτων Θεὸν ἀνυμνεῖν δικαιότερον. Τίς γὰρ τὰ κατὰ τὸν μακάριον διδασκόμενος Παῦλον, ἢ τὸν θεσπέσιον Πέτρον, ἢ τὸν θειότατον Ἰωάννην, ἢ τοὺς ἄλλους ἀποστόλους, ἢ τοὺς νικηφόρους μάρτυρας, ἢ τοὺς ἄλλους ἁγίους, ἢ τοὺς νῦν τῆς ἀρετῆς ἀθλητὰς, οὐ κινεῖ τὴν γλῶτταν εἰς ὑμνῳδίαν τοῦ τοσαύτην τοῖς ἀνθρώποις τῶν ἀγαθῶν δωρησαμένου φοράν; «Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῷ ἀκαθαιρέτῳ αὐτοῦ. Μόνος γὰρ στεῤῥὸν, καὶ ἀνώλεθρον, καὶ αἰώνιον ἔχει τὸ κράτος. γʹ. «Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ.» Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἔοικε τοῦτο τοῖς ἤδη παρ' ἡμῶν ἑρμηνευομένοις·» Ὅτι τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.» Ἄπειρον γὰρ αὐτοῦ, φησὶ, τὸ μέγεθος, ἀμέτρητος ἡ δύναμις· διὰ πάντα τοίνυν αὐτὸν ὑμνοῦντες διατελέσατε. δʹ. «Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.» Ἱερατικὸν ἦν τοῦτο τὸ ὄργανον· οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾷ ὄρει γενομένων σαλπίγγων ἀναμιμνήσκοντες. «Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. [εʹ, ϛʹ.] Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.» Τούτοις οἱ Λευῖται πάλαι τοῖς ὀργάνοις ἐχρῶντο ἐν τῷ θείῳ νεῷ τὸν Θεὸν ἀνυμνοῦντες· οὐκ ἐπειδὴ Θεὸς ἐτέρπετο τῇ τούτων ἠχῇ, ἀλλ' ἐπειδὴ τῶν γιγνομένων τὸν σκοπὸν ἀπεδέχετο. Ὅτι γὰρ ᾠδαῖς καὶ κρούμασι τὸ Θεῖον οὐκ ἐπιτέρπεται, ἀκούομεν αὐτοῦ λέγοντος Ἰουδαίοις· «Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι.» Ταῦτα τοίνυν γίνεσθαι συνεχώρησε, τῆς τῶν εἰδώλων αὐτοὺς πλάνης ἀπαλλάξαι θελήσας. Ἐπειδὴ γὰρ φιλοπαίγμονές τινες ἦσαν, καὶ φιλογέλωτες, ταῦτα δὲ ἅπαντα ἐν τοῖς εἰδώλων ἐπετελεῖτο ναοῖς, συνεχώρησε ταῦτα, διὰ τούτων αὐτοὺς ἐφελκόμενος, καὶ τῇ ἐλάττονι βλάβῃ κωλύων τὴν μείζονα, καὶ διὰ τῶν ἀτελῶν προπαιδεύων τὰ τέλεια. «Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.» Οὐκ Ἰουδαῖοι, μόνον, ἀλλὰ πάντες ἄνθρωποι. Οὐ γὰρ Ἰουδαίων Θεὸς μόνον, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀλλὰ καὶ ἐθνῶν. Ἐν μὲν οὖν τῷ ρʹ καὶ μδʹ ἔφη ψαλμῷ· «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.» Ἐνταῦθα δὲ, «Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.» Οὔτε δὲ ἐκεῖ μόνην τὴν σάρκα, οὔτε ἐνταῦθα μόνην ἐκάλεσε τὴν πνοήν· ἀλλὰ καὶ δι' ἐκείνου καὶ διὰ τούτου, καὶ σώματι καὶ ψυχῇ ὑμνεῖν παρακελεύεται τὸν τῶν ὅλων Θεόν. Ἀξιάγαστον δὲ