Ancient Greek · ~2 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.857
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. ΠΡΟΘΕΩΡΙΑ. Ἐμοὶ μὲν πρὸ τῶν ἄλλων θείων λογίων καταθύμιον ἦν τοῦ μεγάλου Δαβὶδ ἑρμηνεῦσαι τὴν προφητείαν· ἐπειδὴ καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ ἀστοὶ καὶ χωρικοὶ, διαφερόντως ταύτῃ προσέχειν ἐσπουδάκασιν ἅπαντες. Οὐχ ἥκιστα δὲ οἱ τὸν ἀσκητικὸν ἀσπαζόμενοι βίον νύκτωρ ταύτην καὶ μεθ' ἡμέραν διὰ τῆς γλώττης προφέρουσι· τὸν τῶν ὅλων ὑμνοῦντες Θεὸν, καὶ τὰ τοῦ σώματος κατευνάζοντες πάθη. Τῇ γὰρ ἡδονῇ τῆς μελῳδίας