Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.860
Not analysed yet
τὴν ὠφέλειαν ἡ θεία χάρις κεράσασα, τριπόθητόν τε καὶ ἀξιέραστον τοῖς ἀνθρώποις διδασκαλίαν προτέθεικε. Καὶ ἔστιν ἰδεῖν τῶν μὲν ἄλλων θείων Γραφῶν ἢ οὐδαμῶς, ἢ ὀλίγα, τῶν ἀνθρώπων μεμνημένους τοὺς πλείστους· τῶν δὲ πνευματικῶν τοῦ θεσπεσίου Δαβὶδ κρουμάτων πολλοὺς πολλάκις κἀν ταῖς οἰκίαις, κἀν ταῖς ἀγυιαῖς, κἀν ταῖς ὁδοῖς ἀπομεμνημένους, καὶ τῇ τοῦ μέλους ἁρμονίᾳ σφᾶς αὐτοὺς καταθέλγοντας, καὶ διὰ ταύτης τῆς θυμηδείας καρπουμένους τὴν ὠφέλειαν. Διὰ ταῦτα μὲν οὖν πρώτην ταύτην ἐβουλόμην ἑρμηνεῦσαι τὴν προφητείαν, καὶ τὴν ἐν τῷ βυθῷ ὠφέλειαν προθεῖναι τοῖς φρονίμοις ἐμπόροις· ἵν' ᾄδοντες ὁμοῦ καὶ τὴν διάνοιαν τῶν ᾀδομένων ὁρῶντες, διπλοῦν θερίζωνται κέρδος. Ἀλλὰ ταύτην ἡμῶν πέρας λαβεῖν τὴν προθυμίαν οὐκ εἴασαν οἱ τῶν ἄλλων θείων Γραφῶν παρ' ἡμῶν τὰς ἑρμηνείας αἰτήσαντες. Οἱ μὲν γὰρ τοῦ ᾌσματος τῶν ᾀσμάτων ἐπήγγειλαν τὴν σαφήνειαν, οἱ δὲ τοῦ ἀνδρὸς τῶν ἐπιθυμιῶν ἐπεθύμησαν διαγνῶναι τὴν προφητείαν· ἄλλοι δὲ τοῦ θεσπεσίου Ἰεζεκιὴλ, καὶ ἕτεροι τῶν δώδεκα προφητῶν τὰς τῇ ἀσαφείᾳ κεκρυμμένας προῤῥήσεις σαφεῖς αὐτοῖς γενέσθαι καὶ δήλας ἐζήτησαν. Ἐπειδὴ τοίνυν δέδωκεν ὁ τῶν ὅλων Θεὸς, ὁ σοφίζων τοὺς τυφλοὺς, καὶ ἀποκαλύπτων μυστήρια, ὁ δοὺς στόμα ἀνθρώπῳ, καὶ ποιήσας δύσκωφον καὶ κωφὸν, καὶ βλέποντα καὶ τυφλὸν, τούτων αὐτοῦ τῶν θείων λόγων συμπεράναι τὴν ἑρμηνείαν· φέρε τὴν θείαν ἐπικαλεσάμενοι χάριν, τὴν ἄγουσαν τυφλοὺς, κατὰ τὴν προφητείαν, ἐν ὁδῷ ᾗ οὐκ ᾔδεισαν, καὶ τρίβους, ἃς οὐκ ἐπίσταντο, ὁδεῦσαι παρασκευάζουσαν, καὶ τοῖς πάλαι κωφοῖς τὸ τῶν θείων λογίων ἐπαΐειν παρέχουσαν, καὶ τοῖς ἐν σκότῳ καὶ ὁμίχλῃ διάγουσιν ὀφθαλμοῖς χορηγοῦσαν τὸ βλέπειν, καὶ τῆσδε τῆς προφητείας κατατολμήσωμεν. Ἀλλὰ μηδεὶς περιττὸν ἡμῶν τοῦτον ἡγείσθω τὸν πόνον, τῷ καὶ ἄλλους πρὸ ἡμῶν τήνδε προθεῖναι τὴν ἑρμηνείαν. Διαφόροις γὰρ ἐντυχὼν ὑπομνήμασι, καὶ τοὺς μὲν εἰς ἀλληγορίαν μετὰ πολλῆς χωρήσαντας ἀπληστίας εὑρὼν, τοὺς δέ τισιν ἱστορίαις τὴν προφητείαν ἁρμόσαντας, ὡς Ἰουδαίοις μᾶλλον τὴν ἑρμηνείαν συνηγορεῖν, ἢ τοῖς τροφίμοις τῆς πίστεως· πανούργου νενόμικα καὶ τούτων κἀκείνων τὴν ἀμετρίαν φυγεῖν· ὅσα μὲν ταῖς παλαιαῖς προσῆκεν ἱστορίαις, ταύταις ταῦτα προσαρμόσαι καὶ νῦν· τὰς δὲ περὶ τοῦ Δεσπότου Χριστοῦ προῤῥήσεις, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῶν ἀποστολικῶν κηρυγμάτων, μὴ ἑτέροις ἀναθεῖναί τισιν, ὅπερ Ἰουδαίοις φίλον ποιεῖν κακουργίᾳ συζῶσι, καὶ τῆς σφῶν ἀπιστίας ἀπολογίαν ὑφαίνουσιν. Ἱκανὴ