Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.861
Not analysed yet
γὰρ καὶ τῶν πραγμάτων ἡ μαρτυρία ποδηγῆσαι πρὸς τὴν ἀλήθειαν τῆς ἑρμηνείας τοὺς ταύτην ἐφιεμένους εὑρεῖν. Οὗ δὴ χάριν οὐδὲ λίαν ἐπίπονος ἡμῖν ἡ τῆς προῤῥήσεως ἑρμηνεία· δήλην γὰρ ταύτην ποιεῖ τῶν πραγμάτων ἡ θεωρία. Σπουδάσομεν δὲ ὡς οἷόν τε φυγεῖν μὲν τοῦ λόγου τὸ μῆκος, σύντομον δὲ προθεῖναι τοῖς βουλομένοις τὴν ὠφέλειαν. Πρότερον δέ γε τῶν ψαλμῶν δηλώσαντες τὸν σκοπὸν, οὕτω τῆς ἑρμηνείας ἁψόμεθα. Ἰστέον μέντοι, ὡς ἴδιον προφητείας οὐ μόνον τὰ ἐσόμενα προαγορεύειν, ἀλλὰ καὶ τὰ παρόντα, καὶ τὰ ἤδη γεγενημένα λέγειν· καὶ γὰρ ὁ θεσπέσιος Μωσῆς τὰ πάλαι καὶ πρόπαλαι ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων κτισθέντα, καὶ τὸ εἶναι λαβόντα, σαφῶς ἡμᾶς ἐξεπαίδευσεν, οὐ παρ' ἀνθρώπων ταύτην τὴν διδασκαλίαν δεξάμενος, ἀλλ' ἐκ τῆς τοῦ Πνεύματος χάριτος. Προεῖπε δὲ καὶ τὰ παρόντα, ὡς τῷ Φαραὼ τὰς ἐπενεχθείσας παιδείας, καὶ τῷ Ἰσραὴλ τοῦ μάννα τὴν χορηγίαν, καὶ τῶν κρεῶν τὴν μετάληψιν. Προεθέσπισε δὲ καὶ τὰ ἐσόμενα, τοῦ Δεσπότου Χριστοῦ τὴν παρουσίαν, τὴν Ἰουδαίων διασπορὰν, τὴν τῶν ἐθνῶν σωτηρίαν. Οὕτω καὶ ὁ θεῖος Δαβὶδ, μετὰ τοῦτον πρῶτος προφητείαν συγγράψας, καὶ τῶν ἤδη γεγενημένων παρὰ τοῦ Θεοῦ τῶν ὅλων εὐεργεσιῶν ποιεῖται τὴν μνήμην, καὶ τὰ μακροῖς ὕστερον χρόνοις ἐσόμενα προσημαίνει. Οὐ μόνον δὲ προαγορευτικοῖς κέχρηται λόγοις, ἀλλὰ καὶ παραινετικοῖς καὶ νομοθετικοῖς· καὶ νῦν μὲν ἠθικὴν, νῦν δὲ δογματικὴν προσφέρει διδασκαλίαν· καὶ ποτὲ μὲν τὰς Ἰουδαίων ὀλοφύρεται συμφορὰς, ποτὲ δὲ τὴν τῶν ἐθνῶν σωτηρίαν προᾴδει. Πολλαχοῦ δὲ τοῦ Δεσπότου Χριστοῦ καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν προθεσπίζει· καὶ τῇ ποικιλίᾳ τῆς προφητείας πολλὴν τοῖς προσέχειν ἐθέλουσι προσφέρει τὴν ἡδονήν. Τοὺς δὲ ψαλμοὺς οὐχ ἅπαντας αὐτοῦ τινες ἔφασαν εἶναι τοῦ Δαβὶδ, ἀλλὰ καὶ ἑτέρων. Ὅθεν καὶ τὰς ἐπιγραφὰς οὕτω νενοηκότες, τοὺς μὲν τῷ Ἰδιθοὺμ, τοὺς δὲ τῷ Αἰθὰμ, ἄλλους δὲ τοῖς υἱοῖς Κορὲ, καὶ ἑτέρους τῷ Ἀσὰφ ἀνέθεσαν, προφήτας καὶ αὐτοὺς ἐκ τῆς τῶν Παραλειπομένων ἱστορίας εἶναι μεμαθηκότες. Ἐγὼ δὲ περὶ τούτων μὲν οὐδὲν ἰσχυρίζομαι. Ποίαν γάρ μοι προστίθησιν ὠφέλειαν, εἴτε τούτου πάντες, εἴτ' ἐκείνων εἶέν τινες, δήλου γε ὄντος, ὡς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐνεργείας συνεγράφησαν ἅπαντες; καὶ τὸν θεσπέσιον γὰρ Δαβὶδ προφήτην ἴσμεν, κἀκείνους προφήτας τῶν Παραλειπομένων ἡ ἱστορία καλεῖ. Προφήτου δὲ ἴδιον, τὸ τὴν γλῶτταν ὑπουργὸν παρέχειν τῇ τοῦ Πνεύματος χάριτι, κατὰ τὴν ἐν τοῖς Ψαλμοῖς φερομένην φωνὴν, «Ἡ γλῶσσά μου, φησὶ, κάλαμος γραμματέως ὀξυγράφου.» Κρατείτω δὲ ὅμως τῶν πλειόνων ἡ ψῆφος· τοῦ Δαβὶδ δὲ οἱ πλείους τῶν συγγραφέων τούτους ἔφασαν εἶναι. Ἐπειδὴ δὲ καὶ τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν ψευδεῖς τινες ἀπεκάλεσαν, ἀναγκαῖον ἡγοῦμαι καὶ περὶ