Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.865
Not analysed yet
ὡς ἔφην, τὴν τοῦ μέλους μεταβολήν. Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπιγραφὴν, καὶ εἴ τις κατ' ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο. Εἰδέναι δὲ προσήκει τοὺς φιλοπόνως τοῖς Ψαλμοῖς ἐντυγχάνοντας, ὡς τοῦ χρόνου τὴν τάξιν οὐ διασώζουσιν· ἀλλ' οἱ μὲν τὰς πρεσβυτέρας περιέχοντες ἱστορίας ἔστιν ὅτε τὴν δευτέραν ἔλαχον τάξιν, οἱ δέ γε τὰς νεωτέρας, ἐτάχθησαν πρότεροι. Καὶ γὰρ ὁ τρίτος ψαλμὸς τοῦ κατὰ τὸν Ἀβεσσαλὼμ διηγήματος τὴν ἐπιγραφὴν ἔχει, ὁ δέ γε ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος τοῦ Σαούλ. Ὅσῳ δὲ προγενέστερα τὰ κατὰ τὸν Σαοὺλ τῶν κατὰ τὸν Ἀβεσσαλὼμ, παντί που δῆλον τῷ τὴν ἱστορίαν ἐπισταμένῳ. Οἶμαι δὲ αὐτὸν μὲν τὸν θεῖον Δαβὶδ τοὺς Ψαλμοὺς εἰρηκέναι· τινὰς δὲ τῶν ὕστερον γενομένων τὴν τούτων ποιήσασθαι σύνταξιν. Ταῦτα δὲ ἐπεσημηνάμην, ἵνα μὴ διακόπτω τὴν ἑρμηνείαν περὶ τούτων μεταξὺ γράφειν ἀναγκαζόμενος. Ἐνταῦθα τοίνυν τὴν προθεωρίαν συμπεράναντες, σὺν Θεῷ φάναι, τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα. ΕΡΜΗΝΕΙΑ ΤΟΥ Αʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. αʹ. «Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.» Ἐντεῦθεν ῥᾴδιον συνιδεῖν, ὡς πάλαι παρ' Ἑβραίοις τὰς ἐπιγραφὰς εὑρόντες οἱ τὰς θείας ἡρμηνευκότες Γραφὰς, ταύτας μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνήν. Τοῦτον γὰρ καὶ τὸν μετ' αὐτὸν ψαλμὸν ἀνεπιγράφους εὑρόντες ἀνεπιγράφους κατέλιπον· οὐ τολμήσαντές τι προσθεῖναι παρ' ἑαυτῶν τοῖς λογίοις τοῦ Πνεύματος. Τινὲς μέντοι τῶν τὰς ὑποθέσεις τῶν ψαλμῶν συγγεγραφότων ἠθικὴν τοῦτον ἔφασαν τὸν ψαλμὸν περιέχειν διδασκαλίαν· ἐμοὶ δὲ οὐχ ἧττον δογματικὸς ἢ ἠθικὸς ἔδοξεν εἶναι. Περιέχει γὰρ οὐχ ἁμαρτωλῶν μόνον, ἀλλὰ καὶ ἀσεβῶν κατηγορίαν, καὶ παραινεῖ τοῖς θείοις λόγοις προσέχειν διηνεκῶς· ἐξ ὧν οὐκ ἠθικὴν μόνον, ἀλλὰ καὶ δογματικὴν ὠφέλειαν καρπούμεθα. Ἁρμοδίως δὲ λίαν ὁ μέγας Δαβὶδ μακαρισμὸν τῆς οἰκείας αὑτοῦ προτέθεικε συγγραφῆς, τὸν ἑαυτοῦ υἱὸν ὁμοῦ καὶ Δεσπότην μιμούμενος, τὸν Σωτῆρα λέγω Χριστόν· ὅστις πρὸς τοὺς ἱεροὺς μαθητὰς διδασκαλίας ἀπὸ μακαρισμῶν ἤρξατο, «Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Υἱὸς δὲ τοῦ Δαβὶδ ὁ Δεσπότης Χριστὸς ὡς ἄνθρωπος κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων φωνήν· «Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ.» Κύριος δὲ αὐτοῦ καὶ ποιητὴς, ὡς Θεός. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.»