Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.868
Not analysed yet
Μακαρίζει τοίνυν τὸν μήτε τοῖς ἀσεβέσιν ὁδοῦ κοινωνήσαντα, μήτε βεβαίαν τῶν ἁμαρτωλῶν δεξάμενον τὴν βουλήν· τοῦτο γὰρ δὴ στάσιν ἐκάλεσεν· καὶ τὴν μόνιμον τῶν λοιμῶν φυγόντα διαφθοράν. Τὸ δὲ μακάριος ὄνομα θεία μὲν ὑπάρχει προσηγορία· καὶ μάρτυς ὁ θεῖος Ἀπόστολος βοῶν· «Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων.» Μετέδωκε δὲ καὶ ταύτης τοῖς ἀνθρώποις, ὥσπερ καὶ τῶν ἄλλων, ὁ Δεσπότης Θεός· καὶ γὰρ πιστὸς καλούμενος· «Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ ὁ μακάριος Μωσῆς, «Θεὸς, φησὶ, πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Ἐκάλεσε καὶ τῶν ἀνθρώπων πιστοὺς τοὺς ἀναμφιβόλως δεχομένους αὐτοῦ τοὺς λόγους. Οὕτω Θεὸς ὢν καὶ καλούμενος μετέδωκε καὶ ταύτης τῆς κλήσεως τοῖς ἀνθρώποις ὁ μεγαλόδωρος, καὶ βοᾷ· «Ἐγὼ εἶπον, Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε.» Τὸ οὖν μακάριος ὄνομα τῆς κατ' ἀρετὴν τελειώσεως ὑπάρχει καρπός. Ὥσπερ γὰρ καὶ ἕκαστον τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων εἰς τὸ τέλος ὁρᾷ· ἀθλητικὴ μὲν οὖν εἰς τοὺς ἐκ κοτίνου στεφάνους, στρατηγική τε εἰς νίκας καὶ τρόπαια, καὶ μέντοι καὶ ἰατρικὴ εἰς ὑγίειαν καὶ νόσων ἀπαλλαγὴν, καὶ ἐμπορικὴ εἰς συλλογὴν χρημάτων καὶ πλούτου περιουσίαν· οὕτως καὶ ἡ τῆς ἀρετῆς ἐπιστήμη καρπὸν ἔχει καὶ τέλος τὸν θεῖον μακαρισμόν. Μηδεὶς δὲ ἄνδρα μόνον ὁρῶν ἐνταῦθα μακαριζόμενον, ἐστερῆσθαι νομίσῃ τοῦδε τοῦ μακαρισμοῦ τῶν γυναικῶν τὸ γένος. Οὐδὲ γὰρ ὁ Δεσπότης Χριστὸς ἀῤῥενικῶς τοὺς μακαρισμοὺς σχηματίσας ἀπηγόρευσε ταῖς γυναιξὶ κτῆσιν τῆς ἀρετῆς. Συμπεριλαμβάνει γὰρ τοῖς ἀνδράσι καὶ τὰς γυναῖκας ὁ λόγος· κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνὴρ, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Συνάπτεται δὲ τῇ κεφαλῇ τὰ μέλη τοῦ σώματος, καὶ κεφαλῆς στεφανουμένης ἀγάλλεται· οὕτω καὶ πρός τινα διαλεγόμενοι, καὶ φίλην αὐτὸν κεφαλὴν ὀνομάζοντες, οὐ χωρίζομεν τῶν μορίων τοῦ σώματος, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν προσφθεγγόμεθα. Οὐχ ἁπλῶς δὲ πρῶτον ὁδοῦ, εἶτα στάσεως, εἶτα καθέδρας ἐμνημόνευσεν· ἀλλ' εἰδὼς ἀκριβῶς, ὡς κίνησιν μὲν πρῶτον ὁ λογισμὸς ὑπομένει, εἴτε φαῦλος, εἴτε σπουδαῖος εἴη· εἶτα στάσιν, εἶτά τινα ἑδραίαν βεβαίωσιν. Παραινεῖ τοίνυν, μήτε τῷ νῷ παραδέξασθαι δυσσεβῆ τινα ἔννοιαν, μήτε ἐπὶ πρᾶξιν ὁδεῦσαι παράνομον. Ἀσεβεῖς δὲ φίλον τῇ θείᾳ Γραφῇ καλεῖν τοὺς ἀθεΐαν, ἢ πολυθεΐαν θρησκεύοντας· ἁμαρτωλοὺς δὲ, τοὺς παρανομίᾳ συζῇν προαιρουμένους, καὶ βίον διεφθαρμένον