Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.869
Not analysed yet
ἀσπαζομένους· λοιμοὺς δὲ, τοὺς μὴ μόνον σφᾶς αὐτοὺς λυμαινομένους, ἀλλὰ καὶ ἑτέροις τῆς λύμης μεταδιδόντας, κατὰ τὴν ἐπισκήπτουσαν καὶ ἀνθρώποις καὶ κτήνεσι νόσον, ἧς μεταλαγχάνουσιν οἱ τοῖς νοσοῦσι πελάζοντες. Διὸ φεύγειν ὁ λόγος παρακελεύεται καὶ τὰ τούτων συνέδρια. Ἐπειδὴ δὲ οὐκ ἀπόχρη εἰς ἀρετῆς τελείωσιν τῆς κακίας φυγή· «Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν·» καὶ ὁ μακάριος Ἡσαΐας· «Παύσασθε, φησὶν, ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε ποιεῖν καλόν·» μάλα εἰκότως ἐπήγαγεν ὁ μακάριος Δαβίδ· βʹ. «Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.» Προσήκει δὲ οὐ μόνον τὰ προειρημένα βδελύξασθαι· ἀλλὰ καὶ τῷ θείῳ νόμῳ νύκτωρ καὶ μεθ' ἡμέραν προσέχειν, κἀκεῖνα θέλειν ἃ ὁ θεῖος νόμος ὑπαγορεύει, καὶ κατὰ τὸν ἐκείνου σκοπὸν τὸν οἰκεῖον βίον εὐθύνειν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς διὰ Μωσέως ἐνομοθέτησε λέγων· «Ἔσται τὰ ῥήματα τοῦ νόμου τούτου διὰ παντὸς ἐν τῷ στόματί σου, καὶ μελετήσεις ἐν αὐτοῖς καθήμενος, καὶ διανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ· καὶ ἀπαρτήσεις αὐτὰ τῆς χειρός σου, καὶ ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν σου.» Εἶτα δείκνυσι τὸν καρπὸν τὸν ἐντεῦθεν φυόμενον. γʹ, δʹ. «Ἔσται γὰρ, φησὶν, ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων· ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὑτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.» Μιμεῖται γὰρ ὑδάτων ἄρδειαν τὰ τοῦ θείου Πνεύματος νάματα· καὶ καθάπερ ἐκεῖνα τὰ παραφυτευόμενα δένδρα τεθηλέναι ποιεῖ, οὕτω ταῦτα παρασκευάζει τοὺς θείους φέρειν καρπούς. Οὗ δὴ χάριν καὶ ὁ Δεσπότης Χριστὸς ὕδωρ τὴν οἰκείαν διδασκαλίαν ὠνόμασεν. «Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ ἔσται τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Καὶ μέντοι καὶ πρὸς τὴν Σαμαρῖτιν· «Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.» Οὕτω καὶ διὰ Ἡσαΐου τοῦ προφήτου φησίν· «Ὅτι ἐγὼ δώσω ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· καὶ ἀνοίξω ἐπὶ τῶν ὀρέων πηγὰς, καὶ ἐπὶ τῶν βουνῶν ποταμοὺς, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην.» Εἰκό-