Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.873
Not analysed yet
δικάζοντες, ἀλλ' ὥστε τὴν τοῖς νόμοις δοκοῦσαν ψῆφον ἐξενεγκεῖν κατ' αὐτῶν· οὕτω καὶ οἱ ἀσεβείᾳ συνεζηκότες εὐθὺς μετὰ τὴν ἀνάστασιν τὴν κόλασιν ὑπομένουσιν, οὐκ εἰς κρίσιν ἀγόμενοι, ἀλλὰ τῆς τιμωρίας τὴν ψῆφον δεχόμενοι. Καὶ μέντοι καὶ οἱ τῶν δυσσεβῶν δογμάτων ἀπηλλαγμένοι, βίον δὲ βεβιωκότες παράνομον, πόῤῥω που τοῦ τῶν δικαίων συλλόγου γενήσονται. Τὴν γάρ τοι βουλὴν ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευσιν δὲ ὁ Σύμμαχος. ζʹ. «Ὅτι γινώσκει Κυρίος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.» Οἶδε, φησὶν, ἅπαντα καὶ πρὸ κρίσεως ὁ δίκαιος κριτὴς, καὶ οὔτε ἀποδείξεων, οὔτε ἐλέγχων προσδεῖται. Διόπερ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ, τοὺς μὲν ἀναῤῥήσεων καὶ στεφάνων ἀξιώσει, τοὺς δὲ διηνεκεῖ παραπέμψει κολάσει. Τὸ δὲ, «Ὁδὸς ἀσεβῶν ἀπολεῖται,» ἔοικε τοῖς ἀποστολικοῖς ἐκείνοις ῥητοῖς· «Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται.» Τῶν μὲν γὰρ δικαίων ἀνδρῶν καὶ τὸ ἔργον μένει διαλάμπον· τοῖς δὲ ἀσεβέσι καὶ ἀνοσίοις ἀνθρώποις καὶ ἡ πονηρία συγκαταλύεται. ΕΡΜΗΝ. ΤΟΥ Βʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Ἐν τῇ μνήμῃ τῶν ἀσεβῶν τὸν πρῶτον συμπεράνας ψαλμὸν, ἐκ ταύτης πάλιν τοῦ δευτέρου τὴν ἀρχὴν ἐποιήσατο· διδάσκων ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος, καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττήσαντας βασιλέας τε καὶ ἄρχοντας, καὶ Ἰουδαίους, καὶ ἐθνικοὺς ὑποδέξεται. Ἐν γὰρ τῷ δευτέρῳ ψαλμῷ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὰ ἀνθρώπινα πάθη, καὶ τὴν βασιλείαν προαγορεύει· καὶ μέντοι καὶ τῶν ἐθνῶν προθεσπίζει τὴν κλῆσιν, καὶ τὴν Ἰουδαίων ἀπιστίαν θρηνεῖ. Τὸ γὰρ, «Ἵνα τί ἐφρύαξαν ἔθνη,» ὀδυρομένου ἐστὶ καὶ μεμφομένου τὴν ἄνοιαν. Οὐ χρεία δὲ ἡμῖν λόγων εἰς ἑρμηνείαν πολλῶν, τοῦ θεσπεσίου Πέτρου, τοῦ κορυφαίου τῶν ἀποστόλων, ἐν ταῖς Πράξεσι τεθεικότος τὴν ἑρμηνείαν, καὶ Ἡρώδην, καὶ Πόντιον Πιλάτον, καὶ τοὺς ἀρχιερέας καὶ Γραμματέας, βασιλέας τε, καὶ ἄρχοντας ὀνομάσαντος. Ὁ μὲν γὰρ ὑπὸ τοῦ Ῥωμαίων ἀπέσταλτο βασιλέως, τὴν ἐκείνου διέπων ἀρχήν· ὁ δὲ τοπάρχης Ἰουδαίων κατ' ἐκεῖνον ἐτύγχανε τὸν καιρόν· καὶ ὁ μὲν εἶχεν ἐξ Ἰουδαίων ὑπηκόους, ὁ δὲ τοὺς ἐξ ἐθνῶν στρατιώτας. Ἀλλ' ὅμως κατὰ ταὐτὸν γενόμενοι, καὶ τὸν Δεσποτικὸν τυρεύσαντες φόνον, κενὰ καὶ