Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.876
Not analysed yet
μάταια ἐβουλεύσαντο, λήθῃ παραδοῦναι μὴ δυνηθέντες τὸν ὑπ' αὐτῶν σταυρωθέντα· τῇ τρίτῃ γὰρ ἀναστὰς ἡμέρᾳ τῆς οἰκουμένης ἐκράτησε. Προσφυῶς δὲ μάλα, καὶ λίαν εἰκότως, τὸ «ἐμελέτησαν κενὰ,» τῷ τοῦ λαοῦ προσώπῳ συνήρμοσεν. Ἰουδαῖοι γὰρ τὴν πονηρὰν ταύτην ἐποιήσαντο κατὰ τοῦ Σωτῆρος μελέτην. Καὶ μάρτυς ἡ τῶν ἱερῶν Εὐαγγελίων φωνὴ, διδάσκουσα, ὡς «ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν,» καὶ ὁ Καϊάφας βοῶν· «Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.» Τὸ δὲ, Ἐφρύαξαν ὁ μὲν Ἀκύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμμαχος κυκᾷ, ἡρμήνευσαν. Τοῦτο δὲ, τῷ τῶν ἐθνῶν προσώπῳ προσκείμενον ὑποβάλλει νοεῖν ὡς Ἰουδαίων τῷ Πιλάτῳ τὸν Ἰησοῦν οἷόν τινα τύραννον προσαγαγόντων, καὶ δεῖν αὐτὸν ἀναιρεθῆναι πολλάκις εἰρηκότων, ἄκων ἐκεῖνος τὴν θανατηφόρον ἐξενήνοχε ψῆφον, δείσας ὡς εἰκὸς ἀπολῦσαι, μή τις ἐντεῦθεν γραφὴ κατ' αὐτοῦ τυρευθῇ. Ὡς γὰρ ὁ μακάριος ἔφη Λουκᾶς, κατηγόρουν αὐτοῦ λέγοντες· «Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα Καίσαρι φόρον διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. αʹ, βʹ. «Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Οὐ λέγει τὰ ἔθνη μετὰ τοῦ ἄρθρου, ἵνα πάντας περιλαμβάνεσθαι νομίσῃς· ἀλλ' ἔθνη, ἐπὶ μερικόν τι ἄγων τὴν ἔννοιαν. Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, λαβόντες, τοῖς ἔθνεσιν αὐτὸν ἐξέδωκαν, διὰ τοῦτο ταῦτά φησι· Τίς ἡ τοσαύτη, φησὶν, αἰτία, ἢ τί τὸ γεγονὸς, ὡς καὶ τοὺς λαοὺς συγκινηθῆναι κατ' αὐτοῦ, καὶ εἰς χεῖρας αὐτὸν παραδοθῆναι τῶν ἐθνῶν; Τὸ δὲ, Ἐφρύαξαν, ἀντὶ τοῦ ἠλαζονεύσαντο. γʹ. «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν.» Ὁ γὰρ μὴ τιμῶν, φησὶ, τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ· καὶ εἰκότως μετὰ τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς τὸν ζυγὸν ἀποπέμπονται. Ἐμοὶ δὲ δοκεῖ τοῖς πεπιστευκόσι παρεγγυᾷν τὸ πανάγιον Πνεῦμα ταῦτα λέγειν· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν,» τῶν δυσσεβῶν ἐθνῶν, «καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν,» τῶν παρανόμων Ἰουδαίων, καὶ λάβωμεν ἐφ' ἡμᾶς τὸν χρηστὸν τοῦ Κυρίου ζυγόν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· «Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Καὶ αὐτὸς δὲ ὁ νόμος ζυγὸς ὑπὸ τῶν θείων ἀποστόλων προσηγορεύθη. Ὁ γὰρ θεσπέσιος Πέτρος περὶ τούτου φησὶν ἐν ταῖς Πράξεσι· «Τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθη-