Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1545
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΥΣ ΔΩΔΕΚΑ ΠΡΟΦΗΤΑΣ. ΠΡΟΛΟΓΟΣ. Ἴσως μέν τινες περιττόν τι ποιεῖν καὶ παρέλκον νομιοῦσιν ἡμᾶς τῆς προφητικῆς ἑρμηνείας κατατολμῶντας, ἅτε δὴ καὶ ἄλλων τινῶν τοῦτον διηνυκότων τὸν πόνον· ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιούμενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαιτίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν. Ἀπόχρη γὰρ παρὰ τοῖς δικαίοις κριταῖς, καὶ μόνη ἡ προθυμία δρέψασθαι τὴν εὐφημίαν· οὕτω γὰρ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐν τοῖς μὲν ἱεροῖς Εὐαγγελίοις ἀντ' ὀβολῶν δύο τὴν χήραν ἐκείνην ἐπαινίωσεν ἐγκωμίοις, τῇ ποιότητι τῆς γνώμης, οὐ τῇ τοῦ δώρου ποσότητι τὸν ἔπαινον ψηφισάμενος. Ἐν δὲ τῷ νόμῳ, τοῖς εὐπόροις παρεγγυήσας χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους εἰς τὴν κατασκευὴν προσενεγκεῖν τῆς σκηνῆς, οὐδὲ τοὺς πενίᾳ συζῶντας τῆς ἐντεῦθεν ἐστέρησεν εὐλογίας· ἀλλὰ προσέταξε τοὺς μὲν δέρματα, τοὺς δὲ τρίχας προσφέρειν· αἱ δὲ καὶ τούτων σπανίζουσαι, τὴν ἰσχὺν καὶ τὴν τέχνην ἀντὶ τούτων προσέφερον, νήθουσαι τὰς τρίχας, καὶ ἐξυφαίνουσαι. Πρὸς δὲ τούτοις ἴσμεν οὐ μόνον Μωσέα τὸν μέγαν