Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1548
Not analysed yet
χρηματίσαντα προφήτην, ἀλλὰ καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ Σαμουὴλ, καὶ Δαβὶδ, καὶ Νάθαν, καὶ Γὰδ, καὶ Ἀχιὰ, καὶ Ἠλίαν, καὶ Ἐλισσαῖον, καὶ μυρίους πρὸς τούτοις ἑτέρους· καὶ τὸ εὐαγγελικὸν δὲ κήρυγμα οὐ μόνον Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, καὶ ἅπας ὁ τῶν ἀποστόλων χορὸς, οὐδὲ Παῦλος καὶ Βαρνάβας, οἱ μετὰ τούτους χειροτονηθέντες, εἰς ἅπαντας διεπόρθμευον ἀνθρώπους, ἀλλὰ καὶ Σίλας, καὶ Τῖτος, καὶ Τιμόθεος, καὶ Ἀπολλὼς, οἱ τῶν μεγάλων ἐκείνων ἀνδρῶν μαθηταί. Ἀλλ' οὐδὲ μέχρι τούτων ἔστη τῆς διδασκαλίας ἡ χάρις, ἀλλὰ καὶ τοὺς τούτων ἐφώτισε διαδόχους, καὶ τοὺς μετ' ἐκείνους. Καὶ μέχρι δὲ νῦν ἐν ταῖς θείαις Ἐκκλησίαις ἡ τοῦ παναγίου Πνεύματος ἀναβλύζει πηγὴ, καὶ διανέμει τοῖς ἀνθρώποις τὰ θεόσδοτα δῶρα. Οὐδὲν οὖν ἀπεικὸς τοῖς ὀρθῇ ψήφῳ καὶ δικαίᾳ κεχρημένοις ποιήσειν δόξομεν, εἰ καθάπερ τινὰς τρίχας, τὰς τῆς ἡμετέρας διανοίας ὠδῖνας εἰς τὴν τῆς νέας σκηνῆς κατασκευὴν προσενέγκαιμεν, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ τοῖς ἑτέρων ἐνθυμήμασί τις ἀκολουθεῖν ἡμᾶς φήσειε, καὶ οὕτως εὑρήσει τὸν δυνατὸν ἡμῖν ἔρανον συνεισφέροντας. Ὁμοίως γὰρ ἐκείναις, αἳ τὰς ὑπ' ἄλλων προσενεχθείσας ἔνησαν καὶ ἐξύφαναν τρίχας, καὶ τὰς τῆς σκηνῆς κατεσκεύασαν δέῤῥεις, καὶ ἡμεῖς ἔνθεν κἀκεῖθεν τὰ καλῶς εἰρημένα συλλέξαντες, ἓν ἐκ πάντων ἐξυφανοῦμεν σὺν Θεῷ φάναι σύγγραμμα, τῶν δυοκαίδεκα προφητῶν δήλην ποιοῦντες τοῖς ἐντυγχάνουσι τὴν διάνοιαν. Εἰκὸς δὲ, ὅτι καὶ ἡμεῖς οἷόν τινι λύχνῳ τῷ θείῳ κεχρημένοι λόγῳ, εὑρήσομεν ἑρμηνείαν τῆς ἀληθείας ἐχομένην. Οὐ γὰρ ἀπέσβη τῆς θείας φιλοτιμίας ἡ χάρις, ἀλλὰ πηγάζει καὶ χορηγεῖ τὰς μεγίστας δωρεὰς, οὐ τοῖς ἀξίοις μόνοις, ἀλλὰ καὶ τοῖς τῆς τελειότητος ἀποδέουσιν. Ὁρῶμεν δὲ καὶ τὸν αἰσθητὸν ἥλιον οὐ μόνον τοῖς παλαιοτάτοις ἀνθρώποις, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους καὶ ἡμῖν τοῖς, ὀψιγόνοις, τὰς οἰκείας ἀκτῖνας ἐκπέμποντα, καὶ ὁμοίως ἅπασαν γῆν καὶ θάλατταν καταυγάζοντα. Τοιγάρτοι πολλῷ μᾶλλον ὁ τούτου δημιουργὸς, ὁ καὶ τοῦτον διὰ μόνην ἀγαθότητα κτίσας, καὶ τῶν οὕτω πως πρὸς αὐτὸν ἀναβλέπειν προαιρουμένων καταφωτίζει τὸν νοῦν. Ἐπὶ ταύτης τῆς ἐλπίδος ὀχούμενοι, καὶ τῶν φιλαιτίων οὐδένα λόγον ποιούμενοι, τῆς προφητικῆς ἑρμηνείας καταθαῤῥήσομεν, ὑμῶν τῶν ἐπιταξάντων καὶ εἰς τοῦτον διεγειράντων τὸν πόνον, τὰς προσευχὰς εἰς ἐπικουρίαν καλέσαντες· μικρὰ δὲ πρότερον περὶ τῶν καιρῶν, ἐν οἷς ἕκαστος προεφήτευσε, διελθόντες, οὕτω τῆς κατὰ μέρος ἑρμηνείας ἁψώμεθα. Περὶ τῶν καιρῶν, ἐν οἷς ἕκαστος τῶν δυοκαίδεκα προφητῶν προεφήτευσεν. Οἱ δυοκαίδεκα προφῆται οὐχ ὡς ἀλλήλοις συνηκμακότες, καὶ κατ' αὐτὸν γεγονότες, μίαν