Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1553
Not analysed yet
καὶ πόῤῥωθεν ταῦτα τοῖς πνευματικοῖς θεασάμενος ὀφθαλμοῖς, προλέγειν προστάττεται τῷ λαῷ, ἵνα δείσαντες τὰς προῤῥήσεις, φύγωσι τὰς κολάσεις, καὶ πεῖραν μὴ λάβωσι τῶν κακῶν. Οὐδὲ γὰρ τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀπειλεῖ τὰς τιμωρίας, ἵν' ἐπάγῃ ταύτας οἷς ἀπειλεῖ· ἀλλ' ἵνα τῷ φόβῳ καταπλήξας εἰς μεταμέλειαν ἀγάγῃ, καὶ τῆς τολμωμένης πονηρίας ἐλευθερώσας, ὀρέξῃ τὴν σωτηρίαν. Κολάζειν γὰρ βουλόμενος οὐκ ἂν ἠπείλησε κόλασιν· ἀπειλῶν δὲ παραδηλοῖ ὡς σώζειν ἀλλ' οὐ κολάζειν ἐφίεται. Πέμπει τοίνυν τὸν μακάριον Ὡσηὲ, καὶ ταῖς δέκα φυλαῖς τὰ συμβησόμενα προειπεῖν, καὶ ταῖς δύο ὡσαύτως· τήν τε ἐπὶ τοῦ Σενναχηρεὶμ γενησομένην σωτηρίαν προαγορεῦσαι, καὶ τὸν ἐπὶ Βαβυλωνίων ἐπαχθησόμενον αὐτοῖς ὄλεθρον προσημῆναι. Καλεῖ δὲ τὰς μὲν δύο φυλὰς Ἰούδαν· οὐ γὰρ ἐκ τῆς Βενιαμίτιδος, ἀλλ' ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν ἐβεβλαστήκει γένος. Καὶ τὰ βασίλεια δὲ ἐν τοῖς Ἱεροσολύμοις ἦν· Ἰουδαϊκὴ δὲ καὶ αὕτη ἡ πόλις. Καὶ μέντοι καὶ πλήθει, καὶ δυνάμει οὐ τούτους μόνους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ὑπερεῖχον οὗτοι· τούτου χάριν ἀπὸ τῆς δυνατωτέρας φυλῆς τὰς δύο προσαγορεύει. Καὶ τὰς δέκα Ἐφραῒμ ὀνομάζει· ἐπειδὴ καὶ Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βασιλεύσας ἐκ ταύτης ἦν τῆς φυλῆς, καὶ τὰ βασίλεια ἐν τῇ Σαμαρείᾳ κατεστήσατο πόλει, ταύτῃ πάλιν τῇ φυλῇ διαφερούσῃ· καὶ ἐν πλήθει δὲ καὶ ἀνδρείᾳ διέπρεπον καὶ οὗτοι. Τούτων τοίνυν ὧδε διηυκρινημένων, ἀρκτέον ἤδη τῆς κατὰ μέρος ἑρμηνείας. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ.» Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς τούτων κἀκείνων ἐχειροτονήθη προφήτης· οὗ χάριν οὐ μόνον τῶν τοῦ Ἰούδα βασιλέων ἐμνημόνευσεν, ἀλλὰ καὶ τοῦ Ἱεροβοὰμ, ὃς τοῦ μὲν Ἰωᾶς ἦν υἱὸς, ἔκγονος δὲ τοῦ Ἰωάχαζ, ἀπόγονος δὲ τοῦ Ἰηοῦ, ὃν ὁ θεσπέσιος Ἐλισσαῖος κατὰ θεῖον ἔχρισε νεῦμα, ὥστε καὶ τῷ Ναβουθὲ τιμωρῆσαι, καὶ τὴν μυσαρωτάτην Ἰεζάβελ κολάσαι. Οὕτω δηλώσας τὸν χρόνον καὶ τοὺς βασιλέας, ὧν κρατούντων ἐχειροτονήθη προφήτης, ἐπάγει· βʹ. «Ἀρχὴ λόγου Κυρίου πρὸς Ὡσηέ.» Ἀντὶ τοῦ, Οὐδὲν πρὸ τούτου μοι προσέταξεν ὁ Δεσπότης, ἀλλὰ τῶν πρὸς ἐμὲ λόγων ἀρξάμενος, ἐκέλευσέ με γυναῖκα πορνείας λαβεῖν, καὶ τέκνα πορνείας παιδοποιῆσαι. Προστίθησι δὲ καὶ τὴν αἰτίαν· «Διότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου.» Τούτοις προστίθησιν, ὡς ἀναμφιβόλως τὸ προσταχθὲν ἔδρασε· λέγει δὲ καὶ τῆς πόρνης τοὔνομα, καὶ ἐκ τίνος ἔφυ, καὶ τὴν γενομένην ὁμιλίαν, καὶ τὸν τῆς ὁμιλίας καρπὸν, καὶ τοῦ τεχθέντος τὴν προσηγορίαν ὑπ' αὐτοῦ τεθεῖσαν τοῦ καὶ τὸν γάμον προστεταχότος.