Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1556
Not analysed yet
δʹ. «Εἶπε γὰρ Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ Ἰεζραέλ.» Ἐγὼ δὲ θαυμάζω λίαν τοὺς τετολμηκότας εἰπεῖν, ὡς ῥήματα ταῦτά ἐστιν ἔρημα πραγμάτων, καὶ προσέταξε μὲν ὁ τῶν ὅλων Θεὸς, ὁ δὲ προφήτης οὐκ ἔλαβεν, ἀλλὰ τὰ μὲν ῥήματα προσεφέρετο, τὰ δὲ πράγματα οὐκ ἐγίνετο. Ἔδει δὲ συνιδεῖν τοὺς ταῦτα λέγειν ἐπιχειροῦντας, ὡς πολλὰ τοιαῦτα πολλάκις προσέταξεν ὁ Θεός· τὸν μὲν γὰρ Ἡσαΐαν λῦσαι τὸν σάκκον ἀπὸ τῆς ὀσφύος ἐκέλευσε, καὶ γυμνὸν τρέχειν, καὶ ἀνυπόδετον, καὶ οὕτω ποιεῖσθαι τὴν προφητείαν· τῷ δὲ Ἱερεμίᾳ, ποτὲ μὲν ξυλίνους κλοιοὺς τῷ τραχήλῳ περιθεῖναι, ποτὲ δὲ σιδηροῦς παρεγγύησεν· τῷ δὲ Ἰεζεκιὴλ, ἐπὶ τῆς εὐωνύμου κατακλιθῆναι πλευρᾶς πεντήκοντα καὶ ἑκατὸν ἡμέρας προσέταξε, καὶ ἐπὶ τῆς δεξιᾶς τεσσαράκοντα, καὶ φαγεῖν τὸν ἄρτον ἐν βολβίτοις κόπρου ἀνθρωπίνης, καὶ λαβεῖν σκεύη αἰχμαλωσίας, καὶ διορύξαι τὸν τοῖχον, καὶ εἰκόνα διαγράψαι φευγόντων, καὶ οὕτω προαγορεῦσαι τὸν τοῦ Σεδεκίου δρασμόν. Καὶ μυρία δὲ ἄλλα τοιαῦτα εὑρήσομεν ἐν τῇ θείᾳ Γραφῇ, ὧν εἴ τις τὸν σκοπὸν ἀγνοήσειεν, ἀνάξια ταῦτα ἂν εἴποι προφητικῆς ἀρετῆς· οἱ δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν εἰδότες, καὶ ὡς ἅπαντα πρυτανεύει τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας, ἐντεῦθεν μάλιστα καὶ τὰς τῆς θείας ὑμνῳδίας λαμβάνουσιν ἀφορμὰς, καὶ τοὺς θεσπεσίους θαυμάζουσι προφήτας, εἰς ἅπαντα εἶξαι τῷ Δεσπότῃ προελομένους. Ὁ γὰρ τῶν ὅλων Θεὸς, ἐπειδὴ πρὸς ἀνθρώπους ἀναλγησίαν νοσοῦντας τοὺς λόγους ποιούμενος διὰ ῥημάτων οὐκ ἔπειθε, πράγμασί τισιν ἐσκιαγράφει τὰ μέλλοντα, τῷ παραδόξῳ τῶν ὁρωμένων εἰς θεωρίαν τοὺς ἀτεράμονας ἕλκων· οἵ τε γὰρ τὸν Ἡσαΐαν θέοντα γυμνὸν ὁρῶντες ἔδραμον ἂν δήπουθεν εἰς τὴν τοῦ καινοῦ πράγματος θεωρίαν, μαθεῖν ἐφιέμενοι τοῦ τοιούτου δρόμου τὴν πρόφασιν. Καὶ οἱ τὸν Ἰεζεκιὴλ ἐκεῖνα πάντα δρῶντα θεώμενοι, ἤροντο ἂν ὡς εἰκὸς τὴν αἰτίαν τῶν γινομένων. Οὕτω τοίνυν καὶ τὸν μακάριον Ὡσηὲ παρασκευάζει τῶν ὅλων ὁ Κύριος, γυναῖκα λαβεῖν ἀκόλαστον, ἵνα διὰ τοῦ γινομένου, καὶ τοῦ λαοῦ τὴν ἀσέβειαν ἐλέγξῃ, καὶ τὴν οἰκείαν, ἐπιδείξῃ μακροθυμίαν. Εἰ δὲ ὁ τῶν ὅλων Θεὸς τῆς ἀκολάστου καὶ μοιχευτρίας ἠνείχετο Συναγωγῆς, καὶ οὐκ ἐμολύνετο ἡ τῆς ἁγιωσύνης πηγὴ ἐκ τῆς μυσαρᾶς ἐκείνης καὶ βδελυρᾶς, οὐδὲ ὁ προφήτης ἐκ τῆς ἀσελγοῦς ἐκείνης γυναικὸς κηλίδα ἐδέξατο· οὐδὲ γὰρ ἐπιθυμίᾳ πονηρᾷ δουλεύων, ἀλλὰ τὰ θεόθεν προστεταγμένα πληρῶν, τῆς ὁμιλίας ἐκείνης ἠνέσχετο. Εἰδέναι δὲ χρὴ, ὡς τῷ σκοπῷ τό τε ἀγαθὸν καὶ τὸ κακὸν κρίνεται· τούτῳ γὰρ ὁ γάμος τῆς μοιχείας κεχώρισται, καὶ τῆς συνουσίας οὐδεμίαν ἐχούσης διαφορὰν, τῷ σκοπῷ καὶ τῷ νόμῳ τὸ διάφορον δείκνυται, καὶ κατὰ ταῦτα τὸ μὲν ἔννομον, τὸ δὲ παράνομον κρίνεται. Τοῦτο καὶ ἐπὶ τοῦ φόνου σκοπούμενον εὕροι τις ἄν. Ἀναιρεῖ γὰρ καὶ ὁ ἀν-