Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1565
Not analysed yet
τὴν ἐκείνου τελευτὴν, εἰς νοῦν λαβόντες, ὅσον ἡ τοῦ θείου νόμου λωβᾶται παράβασις, κλαίοντες καὶ ὀλοφυρόμενοι τὸν Θεὸν ἱλεώσαντο. Τοῦτο τοίνυν καὶ ἐνταῦθα παρεδήλωσεν, ὅτι καθάπερ οἱ τηνικάδε διὰ τῆς τοῦ Ἀχὰρ τιμωρίας ἔμαθον, ὅσον ἡ παρανομία κακὸν, οὕτω καὶ οὗτοι διὰ τῆς αἰχμαλωσίας αἴσθησιν λήψονται τῶν οἰκείων πλημμελημάτων. Καὶ τοῦτο σαφέστερον δηλῶν, ἐπήγαγε· ιϛʹ, ιζʹ. «Καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὑτῆς, καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὑτῆς ἐκ γῆς Αἰγύπτου. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, καλέσει με, Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλίμ. Καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλὶμ ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τῶν ὀνομάτων αὐτῶν.» Ὃν τρόπον γὰρ, φησὶν, ἐδούλευσαν Αἰγυπτίοις, οὕτως Ἀσσυρίοις δουλεύσουσι· νηπιότητα γὰρ αὐτῆς τὴν ἐν Αἰγύπτῳ καλεῖ διαγωγήν. Ἀλλὰ πρὸς καλὸν αὐτοῖς ἡ δουλεία γενήσεται, καὶ πρόξενος αὐτοῖς εὐσεβείας ἀποφανθήσεται. Ἐν γὰρ τῇ αἰχμαλωσίᾳ ἐπιλήσεται μὲν τῆς τῶν εἰδώλων λατρείας, ἐμὲ δὲ ἄνδρα καὶ σύνοικον ὀνομάσει. Ἐγὼ δὲ αὐτῆς τὴν μεταμέλειαν θεώμενος, ιηʹ. «Διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς.» Καὶ διδάσκων, ὡς οὐ περὶ θηρίων καὶ πετεινῶν λέγει, ἀλλὰ περὶ θηριωδῶν ἀνθρώπων καὶ πετεινῶν δίκην ἐπιπετομένων καὶ ἰοβόλοις ἑρπετοῖς ἐοικότων, ἐπήγαγε· «Καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς.» Εἶτα ὑπισχνεῖται αὐτοῖς τὰ αἰώνια ἀγαθά· «Καὶ κατοικιῶ αὐτοὺς ἐπ' ἐλπίδι.» Περὶ ταύτης δὲ τῆς ἐλπίδος ὁ μακάριος λέγει Παῦλος· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ἃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἐκδεχόμεθα.» Καὶ ὅτι περὶ ταύτης ἔφη τῆς ἐλπίδος, καὶ οὐχ ἑτέρας, τὰ ἐπαγόμενα μαρτυρεῖ. ιθʹ. «Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαι ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέῳ, καὶ ἐν οἰκτιρμοῖς.» Ὅτι δὲ οὐ τὴν Ἰουδαίων Συναγωγὴν εἰς τὸν αἰῶνα ἐμνηστεύσατο, ἀλλὰ τὴν ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συλλεγεῖσαν Ἐκκλησίαν, τὰ πράγματα μαρτυρεῖ. Ἡ μὲν γὰρ ἀπεβλήθη, ἡ δὲ τῷ μνηστῆρι συνέζευκται, προσδεχομένη τὰ ἀγαθὰ τὰ αἰώνια· ἐμνηστεύσατο δὲ αὐτὴν, οὐ μόνον ἐν δικαιοσύνῃ καὶ κρίματι, ἀλλὰ καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς· δικαιοσύνῃ μὲν γὰρ καὶ κρίματι κατὰ τοῦ πονηροῦ τυράννου χρησάμενος, ἔλεον δὲ καὶ οἰκτιρμοὺς εἰς τοὺς ἐκείνῳ δουλεύειν ἠναγκασμένους ἐπιδειξάμενος. Ἐπειδὴ δὲ ἔδει τοὺς ἐλέους τετυχηκότας καὶ αὐτοὺς ἀντιδοῦναί τι τῷ σεσωκότι, εἰκότως ἐπήγαγε·