Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1568
Not analysed yet
κʹ. «Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον.» Πίστιν γὰρ εὐθὺς οἱ προσιόντες ἀπαιτοῦνται μόνην· δικαιοσύνης γάρ εἰσιν ἔρημοι· δέχονται δὲ ταύτην διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, παρὰ τοῦ σεσωκότος Θεοῦ· ὁ δὲ τὴν πίστιν κτώμενος ἐν ἐπιγνώσει γίνεται τοῦ Δεσπότου. Μετὰ τοίνυν τὴν πρόῤῥησιν τῶν αἰωνίων ἀγαθῶν καὶ τὰς σωματικὰς αὐτοῖς δωρεὰς προαγορεύει· περίγειοι γὰρ ὄντες καὶ χαμαίζηλοι, τούτοις μᾶλλον ἢ ἐκείνοις προσεῖχον· ὑπισχνεῖται τοίνυν χορηγεῖν μὲν ἄνωθεν ὑετὸν, παρασκευάζειν δὲ τὴν γῆν βλαστῆσαι τὰ ἀγαθά. Τοῦτο γὰρ λέγει· «Ἐπακούσομαι τῷ οὐρανῷ, καὶ οὐρανὸς ἐπακούσεται τῇ γῇ. (κβʹ.) Καὶ ἡ γῆ ἐπακούσεται τῷ σίτῳ, καὶ τῷ οἴνῳ, καὶ τῷ ἐλαίῳ, καὶ ταῦτα ἐπακούσεται τῷ Ἰεζραέλ.» Εἶτα πάλιν ἀναμίγνυσι τὰ πνευματικά. κγʹ. «Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ γῆς.» Τουτέστι, γεώργιον αὐτὴν ἐμαυτῷ ἀποφανῶ, καὶ τὰ τῆς δικαιοσύνης καταβαλῶ. «Καὶ ἐλεήσω τὴν οὐκ ἠλεημένην, καὶ ἐρῶ τῷ Οὐ λαῷ μου· Λαός μου εἶ σύ· καὶ αὐτὸς ἐρεῖ· Καὶ ὁ Θεός μου εἶ σύ.» Ταῦτα μὲν τυπικῶς ἐπὶ τοῦ Ζοροβάβελ συνέβη· κατ' ἀλήθειαν δὲ, μετὰ τὴν ἐνανθρώπησιν τοῦ Δεσπότου Χριστοῦ, ὅτε καὶ ἐμνηστεύσατο τὴν Ἐκκλησίαν εἰς τὸν αἰῶνα· τότε γὰρ καὶ οἱ πεπιστευκότες εἰς αὐτὸν λαὸς πιστὸς ἀληθῶς ἐχρημάτισαν, καὶ αὐτὸς εἰλικρινῶς τῶν εἰς αὐτὸν πεπιστευκότων ἐπεκλήθη Θεός. ΚΕΦΑΛ. Γʹ. Μετὰ ταύτας τῶν ἀγαθῶν τὰς ἐπαγγελίας, αὖθις ὁ Θεὸς τῷ προφήτῃ παρακελεύεται περὶ γυναῖκα διατεθῆναι μοιχεύτριαν καὶ πονηρίᾳ συζῶσαν, ἵνα πάλιν εἰκόνα δείξῃ διὰ τῶν πραγμάτων τῆς θείας περὶ τοὺς ἀναξίους φιλοστοργίας. «Καθὼς ἀγαπᾷ γὰρ, φησὶν, ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν εἰς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.» Τοιαῦτα δέ τινα κατασκευάζειν εἰώθεισαν οἱ τοῖς εἰδώλοις ἀνακείμενοι. Παραυτίκα δὲ τὸ προσταχθὲν εἰς πέρας ἤγαγεν ὁ προφήτης, καὶ λέγει τίνα τε μισθὸν ὑπέσχετο τῇ γυναικὶ, καὶ ποίας πρὸς αὐτὴν ἐποιήσατο συνθήκας. Εἶπον γὰρ αὐτῇ, φησὶ, πᾶσαν ἀλλοτρίαν φυγεῖν συνουσίαν, ἐμοὶ δ' ἑαυτὴν διαφυλάττειν ἀνέπαφον. Ὑποδείκνυσι δὲ καὶ τῆς εἰκόνος τὸ ἀρχέτυπον. δʹ. «Διότι, φησὶν, ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐδὲ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων.» Καθάπερ γὰρ, φησὶν, αὐτὴ τοῖς προτέροις ἐρασταῖς ἀποταξαμένη, τὴν τοῦ προφήτου συνοίκησιν εἵλετο· οὕτως ὑμεῖς εἰς τὴν ἀλλοτρίαν ἀπαχθέντες αἰχμάλωτοι, οὔτε βασιλικῆς, οὔτε ἱερατικῆς ἀπολαύσεσθε προ-