Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1572
Not analysed yet
ἀντιλεγόμενος ἱερεὺς, καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει καὶ προφήτης μετ' αὐτοῦ.» Ἱερεῖ, φησὶν, ἀδοκίμῳ φανέντι, καὶ τὰς οἰκείας ἀξίας ἐκπεπτωκότι ὁμοιωθήσεσθε, τῆς ἐμῆς γυμνωθέντες προνοίας, καὶ ἐπὶ πολλαῖς δὲ ἡμέραις ταύτῃ παραδοθήσεσθε τῇ παιδείᾳ σὺν τοῖς τὰ ψευδῆ προαγορεύουσιν ὑμῖν προφήταις. Προφήτην γὰρ νῦν τὸν ψευδοπροφήτην ὠνόμασεν, ἀπὸ τῆς κατεχούσης παρ' αὐτοῖς συνηθείας. «Καὶ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.» Καὶ δεικνὺς τίνα μητέρα καλεῖ, ϛʹ. «Ὡμοιώθη, φησὶν, ὁ λαός μου, ὡς οὐκ ἔχων ἐπίγνωσιν.» Ἐπειδὴ γὰρ τῷ ζόφῳ τῆς ἀγνοίας σφᾶς αὐτοὺς ἐκδεδώκασι, καὶ οὐδὲ βραχεῖαν αἴγλην τοῦ τῆς θεογνωσίας φωτὸς ὑποδέξασθαι βούλονται, εἰκότως ἀπεικάζονται νυκτὶ τοιούτῳ κατεχόμενοι σκότῳ· μητέρα δὲ καλεῖ τὴν Συναγωγὴν, λαὸν δὲ, τοὺς ἐκ ταύτης φυομένους. Τοῦτο γὰρ καὶ παρὰ τῷ Ἡσαΐᾳ εὑρίσκομεν. «Ποῖον γὰρ, φησὶ, τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν;» —»Ἐπειδὴ τοίνυν, φησὶ, καὶ σὺ ἐπίγνωσιν ἀπώσω, ἀπώσομαί σε κἀγὼ, τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπειδὴ ἐπελάθου τοῦ νόμου τοῦ Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τῶν τέκνων σου.» Καὶ δεικνὺς σαφέστερον τήν τε οἰκείαν εὐεργεσίαν, καὶ τὴν ἐκείνων ἀγνωμοσύνην, ζʹ. «Κατὰ τὸ πλῆθος αὐτῶν, φησὶν, οὕτως ἥμαρτόν μοι.» Ἐγὼ μὲν γὰρ αὐτοὺς παμπληθεῖς ἀπέφηνα. αὐτοὶ δὲ παρανομοῦντες εἰς ἐμὲ διετέλεσαν. Διὸ ηʹ. «Τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. Ἁμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται λαοὶ τὰς ψυχὰς αὐτῶν.» Ἀντὶ τοῦ, θεριοῦσιν οἷς ἐσπάρκασι, καὶ τῶν οἰκείων πλημμελημάτων τρυγήσουσι τοὺς καρπούς. Τινὲς δέ φασι καὶ τοὺς ἱερέας διὰ τούτων αἰνίττεσθαι· ἐπειδὴ τῶν ὑπὲρ ἁμαρτημάτων καὶ πλημμελημάτων προσφερομένων θυσιῶν φανεράν τινα μοῖραν κατὰ νόμον ἐλάμβανον, καὶ ταύτης ἀπολαύοντες τῆς θεραπείας διελέγχειν οὐκ ἠβούλοντο τοὺς πονηρίᾳ συζῶντας· τούτου χάριν ἀγανακτῶν Θεὸς, Ἐπειδὴ, φησὶ, ταῖς μὲν ὑπὲρ ἁμαρτιῶν προσφερομέναις ἐντρυφᾶτε θυσίαις, τὴν δὲ προσήκουσαν τοῖς πταίουσιν οὐ προσφέρετε θεραπείαν, τῶν ἀδικιῶν τούτων δώσετε δίκας, ἀλλοφύλοις ἔθνεσιν εἰς σφαγὴν ἐκδοθέντες. Καὶ τοῦτο διδάσκων σαφέστερον, εὐθὺς ἐπήγαγε· θʹ. «Καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς.» Παραπλησίως γὰρ τῷ λαῷ καὶ ὑμεῖς τῇ τιμωρίᾳ παραδοθήσεσθε, ἐπειδὴ τοῦ λαοῦ τὴν ἰατρείαν ἐγχειρισθέντες ῥᾳστώνῃ συζῶντες οὐδεμίαν ἐποιήσασθε τῶν ἀῤῥώστως διακειμένων κηδεμονίαν. Διό φησιν· «Ἐκδικήσω ἐπ' αὐτοὺς τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.»