Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1569
Not analysed yet
μηθείας· θυσιαστηρίου γὰρ οὐκ ὄντος, ποία λειτουργία γενήσεται; Οὔτε μὴν τὰ διὰ τῶν ἱερέων ἢ προφητῶν εἰωθότα δηλοῦσθαι καὶ προσημαίνεσθαι, τοῖς βουλομένοις ἐν τῇ ξένῃ μαθεῖν τὸ πρακτέον προδηλωθήσεται· ἀλλ' οὐδὲ τὴν ἐμὴν αὐτοῖς κηδεμονίαν προφανῶς ἐπιδείξω· καὶ ταῦτα διὰ τοὺς πατέρας περὶ αὐτοὺς θερμῶς διακείμενος. Τούτου γὰρ χάριν καὶ ὁ προφήτης τῇ πονηρίᾳ συζώσῃ γυναικὶ συνῴκει μὲν, ὡς προσετάχθη, τῆς δὲ γαμικῆς ὁμιλίας ἀπείχετο· ἐπειδὴ καὶ ὁ τῶν ὅλων Θεὸς, οὔτε πάντη ἐγύμνωσε τὸν λαὸν τῆς οἰκείας προνοίας, οὔτε πρόδηλον ταύτην αὐτοῖς ἐποίει καὶ φανεράν. Δήλους δὲ τὰς προαγορεύσεις τὰς θείας ὠνόμασεν· ἐπειδὴ καὶ ὁ ἀρχιερεὺς τῷ λογίῳ τῆς κρίσεως τὴν δήλωσιν ἐλάμβανε, καὶ τὴν ἀλήθειαν· καὶ διά τινων σημείων ἐν ἐκείνῳ γιγνομένων προηγόρευε τὰ ἐσόμενα. Διὰ τοῦτο καὶ ὁ μέγας Μωσῆς τὴν ἱερατικὴν φυλὴν εὐλογῶν· Δότε, φησὶ, δήλους τῷ Λευΐ. Οὕτω τὰ λυπηρὰ προθεσπίσας, ἀναμίγνυσι τούτοις καὶ τὰ χρηστά. εʹ. «Μετὰ ταῦτα γὰρ, φησὶν, ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὑτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὑτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν.» Ἐπειδὴ γὰρ αἱ δέκα φυλαὶ, διαστασιάσασαι πρὸς τοὺς ἐκ Δαβὶδ βασιλέας, ἴδιον ἑαυταῖς ἐχειροτόνησαν βασιλέα· μετὰ δὲ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἑνωθεῖσαι καὶ συναφθεῖσαι ἕνα ἔσχον ἡγεμόνα τὸν Ζοροβάβελ, ἐκ τῆς Δαβιτικῆς βεβλαστηκότα φυλῆς, ἐφ' οὗ καὶ τῶν θεοσδότων ἀγαθῶν ἐδέξαντο τὴν ἀπόλαυσιν. Ταῦτα πάντα πρὶν γενέσθαι σαφῶς ἐπιστάμενος, διὰ τῆς προφητικῆς θεσπίζει φωνῆς. Τὸ δὲ «Ἐπ' ἐσχάτου τῶν ἡμερῶν,» ἀντὶ τοῦ, μετὰ τὸ τέλος τῶν ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἐτῶν. ΚΕΦΑΛ. Δʹ. Οὕτω τὰ ἀγαθὰ προμηνύσας, πάλιν τῶν κακῶς γινομένων τὴν κατηγορίαν ποιεῖται. Ἀληθείας γὰρ, φησὶν, ἐστὲ καὶ φιλανθρωπίας ἔρημοι, καὶ γνώσεως θείας ἐστερημένοι· πολὺ δὲ παρ' ὑμῖν τὸ ψεῦδος, καὶ ἀδεῶς ὁ φόνος τολμᾶται, καὶ τῶν ἀλλοτρίων ἐφιέμενοι σφετερίζεσθε ταῦτα, καὶ τοῖς ἀλλήλων ἐπιβουλεύετε γάμοις, ὡς τὴν γῆν ὑμῶν ἅπασαν πλήρη τούτων γενέσθαι τῶν μιασμάτων. Δι' ἅπερ τοσοῦτον πολεμίων ὑμῖν ἐπάξω πλῆθος, ὡς παντελῶς δαπανηθῆναι, οὐ μόνον τοὺς εὐπορίᾳ συζῶντας, καὶ θηρίων δίκην καὶ ἑρπετῶν τοῖς πενεστέροις ἐπιόντας, καὶ οἷόν τισι πτεροῖς τῇ δυναστείᾳ κεχρημένους· ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας, οἳ καθάπερ τινὲς ἰχθύες διανήχονται τοῦ βίου τὸ πέλαγος. Τροπικῶς γὰρ θηρία μὲν, καὶ ἑρπετὰ καὶ πετεινὰ, τοὺς δυνατοὺς προσηγόρευσεν, ἰχθύας δὲ τοὺς πενεστέρους ὠνόμασε. Τούτου δὲ, φησὶ, γενομένου, ἔρημος ἡ γῆ καὶ τῶν δικαζόντων καὶ τῶν δικαζομένων γενήσεται. «Ὁ δὲ λαός μου, φησὶν, ὡς