Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1580
Not analysed yet
νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν.» Ἐρυσίβην δὲ καλεῖ μὲν καὶ αὐτὸ τὸ ἐκ τῆς τοῦ ἀέρος ἀνωμαλίας τοῖς ἐν τοῖς καρποῖς ἐπισυμβαῖνον πάθος· καλεῖ δὲ τροπικῶς καὶ τοὺς πολεμίους, ἐρυσίβης δίκην ἅπαντας διαφθείροντας. Καὶ τοῦτο σαφέστερον ἑρμηνεύων εὐθὺς ἐπήγαγε· ηʹ, θʹ. «Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὤν· Ἐξέστη Βενιαμίν. Ἐφραῒμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά.» Ταῦτα γὰρ ἅπαντα διὰ τῶν προφητῶν αὐτοῖς προμηνύων, καὶ ἀπιστούμενος, μετὰ τὴν πεῖραν πιστευθήσομαι τῶν πραγμάτων, καὶ τῆς παρανομίας τοὺς ἐλέγχους ποιούμενος, δείξω τῆς προφητικῆς προῤῥήσεως τὴν ἀλήθειαν. Καλῶς δὲ κωμῳδῶν τὴν τῶν εἰδώλων ἀσθένειαν· «Κηρύξατε, εἶπεν, ἐν τῷ οἴκῳ Ὤν·» διεγείρατε, φησὶν, εἰς βοήθειαν τοὺς ὑφ' ὑμῶν τιμωμένους· παυσάτωσαν τὰς ὑπ' ἐμοῦ προσφερομένας ὑμῖν παιδείας· καταλάβετε τοὺς ὑψηλοτάτους βουνοὺς, ἐν οἷς πᾶσαν τοῖς εἰδώλοις προσεφέρετε θεραπείαν· μεταδότωσαν ὑμῖν εἰς καιρὸν τῆς οἰκείας ἐπικουρίας. Εἰκότως δὲ καὶ τοῦ Βενιαμὶν ἐμνημόνευσεν, ἐπειδὴ συνάπτει καὶ τοῦ Ἰούδα τὴν μνήμην. ιʹ. «Ἐγένοντο γὰρ, φησὶν, οἱ ἄρχοντες Ἰούδα, ὡς μετατιθέντες ὅρια· ἐπ' αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. Οὕτω γὰρ ἀναιδῶς τοὺς ὑπ' ἐμοῦ τεθέντας παραβαίνουσιν ὅρους, ὡς οἱ τοὺς διορίζοντας λίθους, καὶ ταύτην ἀπ' ἐκείνης τὴν ἄρουραν διατέμνοντας μεταφέρειν ἀναισχύντως ἐπιχειροῦντες· διὸ χειμάῤῥου δίκην αὐτοῖς ἐποίσω τὰς τιμωρίας. Δῆλον δὲ, ὡς καὶ τοῦ Βενιαμὶν μνημονεύων συμπεριλαμβάνει τὴν Ἰούδα φυλὴν, καὶ τοῦ Ἰούδα πάλιν κατηγορῶν, καὶ τὸν Βενιαμὶν ὡσαύτως συνάπτει· ὑπὸ μίαν γὰρ ἐτέλουν βασιλείαν· οὕτω δὲ καὶ τὸν Ἐφραῒμ λέγων, τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ ὀνομάζει, καὶ μέντοι καὶ τὸν Ἰσραὴλ μνημονεύων, ταὐτὸ τοῦτο σημαίνει. ιαʹ. «Κατεδυνάστευσεν Ἐφραῒμ τὸν ἀντίδικον αὑτοῦ, κατεδυνάστευσε τὸ κρῖμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.» Αἰτία, φησὶ, τῆς ἀδικίας αὐτοῦ ἡ τῶν εἰδώλων ἐγένετο θεραπεία· εἰ γὰρ τὴν ἐμὴν εἶχε γνῶσιν, ἐκ τῆς ἐμῆς νομοθεσίας ἐπαιδεύετο τὸ δέον. ιβʹ. «Καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραῒμ, καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα.» Ἀντὶ τοῦ, τὴν τῶν πολεμίων αὐτοῖς ἐπάξω ταραχὴν, καὶ οἷον ἀκίδι τινὶ νύξω, καὶ κέντρον τὴν δι' ἐκείνων αὐτοῖς ἐπιτιθεὶς τιμωρίαν. ιγʹ. «Καὶ εἶδεν Ἐφραῒμ τὴν νόσον αὑτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὑτοῦ.» Τῇ πείρᾳ γὰρ ἔμαθεν τῶν κακῶν τὴν αἰτίαν. «Καὶ ἐπορεύθη Ἐφραῒμ πρὸς Ἀσσυρίους.» Ὑπὸ γὰρ τῶν Σύρων πολεμούμενος,