Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1581
Not analysed yet
τὸν Φουὰ, βασιλεὺς δὲ οὗτος ἦν Ἀσσυρίων, ἐκάλεσεν εἰς βοήθειαν. «Καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρεὶβ, καὶ αὐτὸς οὐκ ἠδυνήθη ῥύσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.» Πάλιν ὑμῖν τῶν Ἀσσυρίων ἐπελθόντων, πρεσβεύσεσθε, φησὶ, πρὸς τὸν Αἰγύπτου βασιλέα, τὴν ἐκεῖθεν αἰτοῦντες ἐπικουρίαν· ἀλλ' ὅμως οὐδὲ τῆς ἐκεῖθεν τεύξεσθε βοηθείας, ἀλλ' ὀδύναις ἐπαλλήλοις παραδοθήσεσθε. Ὅτι δὲ τὸν βασιλέα Ἰαρεὶβ τὸν Αἰγύπτου καλεῖ βασιλέα, ἐκ τῶν μετὰ ταῦτα ῥᾴδιον μαθεῖν. «Ἐγένετο γὰρ Ἐφραῒμ, ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύοντο.» Δέον γὰρ τὴν ἐμὴν αἰτῆσαι βοήθειαν, καὶ δυνατὴν οὖσαν, καὶ λίαν αὐτῷ πελάζουσαν, τῇδε κἀκεῖσε διετέλει περινοστῶν, καὶ τὰς ἀσθενεῖς ἐπικουρίας αἰτῶν· οὐδεμίαν δὲ ὄνησιν ἐκ τῆς τούτων ἐπικουρίας προσλήψεται. ιδʹ. «Διότι, φησὶν, ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα, καὶ ἐγὼ ἁρπῶμαι, καὶ πορεύσομαι, καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.» Τίς γὰρ ἀντιστῆναι τοῖς ὑπ' ἐμοῦ γιγνομένοις δυνήσεται; τίς δὲ τοὺς ὑπ' ἐμοῦ κολαζομένους ἐξαιρήσεται; ιεʹ. «Καὶ πορεύσομαι, καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν.» Ἐπέμεινε τῇ τροπῇ. Ἐπειδὴ γὰρ εἶπεν· «Ὡς πάνθηρ, καὶ ὡς λέων αὐτοῖς ἔσομαι,» ἁρμοδίως ἐπήγαγε τό· «Ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν.» Ἔθος γὰρ καὶ τοῖς θηρίοις ἐκείνοις, ὅταν τι θηρεύσωσιν, εἰς τοὺς συνήθεις ἐπανιέναι τόπους, καὶ τὸν ἀπὸ τῆς θήρας ἐγγενόμενον διαναπαύειν πόνον. Κἀγὼ τοίνυν, φησὶ, δίκην πάνθηρος καὶ λέοντος, διὰ τῶν πολεμίων ὑμῖν ἐπελθὼν, κατ' ἐμαυτὸν λοιπὸν ἔσομαι, προνοίας ὑμᾶς οὐδεμιᾶς ἀξιῶ. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. Τούτων δὲ, φησὶ, γινομένων, τὴν ἐμὴν κηδεμονίαν ἐπιζητήσουσι, καὶ ἀλλήλοις παρακελεύσονται τὸν τὰς παιδείας ἐπαγαγόντα ἱκετεῦσαι Θεὸν, κατάλληλον ἐπιθεῖναι τοῖς τραύμασι φάρμακον. «Ὅτι αὐτὸς, φησὶ, πέπαικε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς.» Καὶ τὸ σύντομον τῆς ἰάσεως παραδηλῶν· βʹ. «Ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα» Οὐ δεῖται γὰρ εἰς θεραπείαν χρονικῆς περιόδου, ἀλλ' ἀθρόαν παρέξει τὴν ὑγίειαν· αἰνίττεται δὲ διὰ τούτων καὶ τὴν διὰ τριῶν ἡμερῶν γενομένην τοῦ Σωτῆρος ἀνάστασιν, ἣ τῆς κοινῆς ἀναστάσεως ἐγένετο πρόξενος, καὶ πᾶσιν ἡμῖν δεδώρηται τὴν τῆς ἀθανασίας ἐλπίδα, διὰ τῆς εἰς τὸν Θεὸν ἐπιγνώσεως ἐγγινομένην. «Ἐν τῇ τρίτῃ γὰρ, φησὶν, ἡμέρᾳ ἀναστησόμεθα, καὶ ζησό-