Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1609
Not analysed yet
καὶ θερίσατε καρπὸν ζωῆς.» Ὑμῖν γὰρ αὐτοῖς, ἀλλ' οὐ τῷ Θεῷ τὰ σπειρόμενα σπείρεται, καὶ τὰ θεριζόμενα γίνεται. «Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.» Προσήκει γὰρ πρότερον τῆς ἄλλης ἀρετῆς ἐπιμεληθῆναι, εἶθ' οὕτως τῆς τῶν θείων κατατολμῆσαι γνώσεως. «Ὡς ἔτι καιρὸς, ἐκζητήσατε τὸν Κύριον, ἕως τοῦ ἐλθεῖν ὑμῖν γεννήματα δικαιοσύνης.» Τοιοῦτόν ἐστι τὸ παρὰ τῷ Δαβὶδ εἰρημένον· «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.» Ἐν τῷ τῆς μακροθυμίας αὐτοῦ καιρῷ τὴν ἐπὶ τὸ κρεῖττον ἐπιδειξώμεθα μεταβολὴν, ἵνα τῆς δικαιοσύνης δρεψώμεθα καρπούς. ιγʹ. «Ἱνατί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὸν καρπὸν αὐτῆς ἐτρυγήσατε;» Ἔδει, φησὶν, ὑμᾶς ἠσεβηκότας τοῖς τῆς μετανοίας φαρμάκοις θεραπεῦσαι τὰ τραύματα, καὶ μὴ παρασιωπῆσαι, ἀλλ' ἐξομολογήσασθαι τὰ εἰργασμένα κακά. «Ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἅρμασί σου, ἐν πλήθει δυνάμεώς σου.» Βρῶσιν ψευδῆ τὴν ματαίαν ἐλπίδα προσαγορεύει. Τῷ γὰρ πλήθει καὶ τοῖς ἅρμασι θαῤῥήσας, οὐδεμίαν ἐκ τούτων ὠφέλειαν ἐδέξω. ιδʹ. «Ἐξαναστήσεται γὰρ ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ τετειχισμένα σου ἀφανισθήσεται·» οὔτε τοῦ πλήθους ὄνησίν σοί τινα φέροντος, οὔτε τῶν τειχῶν παρεχόντων τὴν ἀσφάλειαν. «Καθὼς ἠφανίσθη ὁ ἄρχων Σαλμανὰ ἐν τῷ οἴκῳ Ἀρβεὴλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. (ιεʹ.) Οὕτω ποιήσω ὑμῖν, οἶκος τοῦ Ἰσραὴλ, ἀπὸ προσώπου τῆς κακίας ὑμῶν.» Τινές φασι περί τινος ἄρχοντος κατ' ἐκεῖνον τὸν καιρὸν ταῦτα καὶ δεδρακότος καὶ πεπονθότος εἰρῆσθαι τὰ εἰρημένα· ἐγὼ δὲ ἡγοῦμαι περὶ τοῦ Μαδιὰμ ἄρχοντος ταῦτα λελέχθαι, ὃν χειρωσάμενος ἀνεῖλεν ὁ Γεδεών· καὶ γὰρ ἐκείνου ὠμότητα ἡ θεία κατηγορεῖ Γραφή. Μέμνηται δὲ αὐτοῦ καὶ ὁ μακάριος Δαβὶδ, λέγων· «Θοῦ τοὺς ἄρχοντας αὐτῶν, ὡς τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανά.» Λέγει τοίνυν, ὅτι Καθάπερ ὁ Σαλμανὰ παντελῆ ὑπέμεινεν ὄλεθρον, ἐπειδὴ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισεν· οὕτω καὶ ποιήσω ὑμῖν, οἶκος Ἰσραὴλ, ἀπὸ προσώπου τῆς κακίας ὑμῶν. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ. «Ὄρθρου ἀπεῤῥίφησαν.» Ὅτε προσεδόκησαν τὴν τῶν Αἰγυπτίων βοήθειαν ὡς ὄρθρον αὐτοῖς ἐν σκότει διάγουσι φανησομένην, τηνικαῦτα ἀπήχθησαν δορυάλωτοι. «Ὡς ὄρθρος ἀπεῤῥίφη βασιλεὺς Ἰσραήλ.» Τὸ σύντομον τῆς πανωλεθρίας διὰ τούτων ᾐνίξατο· βραχὺν γὰρ καὶ ὁ ὄρθρος κατέχει καιρὸν, εἶτα ἀνίσχων ὁ ἥλιος τὴν ἡμέραν ποιεῖ. «Διότι νήπιος Ἰσραήλ.» Ἐξ ἀνοίας, φησὶ, καὶ παιδικῆς δια-