Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1612
Not analysed yet
νοίας ταύτην ὑπομένουσι τὴν τιμωρίαν. Ἐγὼ γὰρ αὐτοὺς ἐξ Αἰγύπτου μετεκάλεσα, καὶ τῆς πικρᾶς ἐκείνης ἠλευθέρωσα δουλείας· αὐτοὶ δὲ ἀγνώμονες περὶ ἐμὲ γενόμενοι, τὴν τῶν εἰδώλων λατρείαν προείλοντο· ταῦτα γὰρ καλεῖ Βααλείμ· ἐμὲ δὲ τὸν συμποδίσαντα, καὶ τῆς ἀτάκτου φορᾶς ἀπαλλάξαντα, καὶ πατρικὴν περὶ αὐτὸν φιλοστοργίαν ἐπιδειξάμενον, καὶ ἴασιν αὐτῷ παντοδαπῆ ἐπιτεθεικότα, ἐπιγνῶναι οὐκ ἠβουλήθη· καὶ μὴν ἀπὸ παντοδαπῆς αὐτοὺς διαφθορᾶς τῶν ἐπιόντων ἀνθρώπων πολλάκις ἀπήλλαξα, οἷόν τινι δεσμῷ τῇ περὶ αὐτοὺς κατεχόμενος ἀγάπῃ, δι' ἣν καὶ ἔτι αὐτῶν κήδομαι, καὶ ταύταις περιβάλλω ταῖς παιδείαις, ὅμοιον ποιῶν, ὡς εἴ τις ἡμαρτηκότα παῖδα κατὰ τῆς σιαγόνος παίσειεν. Ἀρκεῖ δέ μοι, καὶ δριμὺ πρὸς αὐτὸν βλέψαι, καὶ παντοδαπῶς αὐτὸν ἀναλῶσαι. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· «Ἐπιβλέψομαι πρὸς αὐτὸν, καὶ δυνήσομαι αὐτῷ. (εʹ.) Κατῴκησεν Ἐφραῒμ Αἴγυπτον, καὶ Ἀσσοὺρ αὐτὸς ὁ βασιλεὺς αὐτοῦ.» Οὐ διαφεύξεται γὰρ τὴν τούτου δεσποτείαν, κἂν μυριάκις εἰς Αἴγυπτον δραπετεύσῃ· αἴτιον δὲ αὐτῷ τῶν κακῶν, «ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι.» Τούτου γὰρ χάριν, καὶ πλήθει χρώμενος καὶ πανοπλίαις, οὐδὲν ἀνδρεῖον ἐπιδείξεται· ἀλλὰ τῶν κακῶν βουλευμάτων δρέψεται τοὺς καρποὺς, καὶ πόῤῥω τῆς οἰκείας γενήσεται γῆς· ἐπειδὴ ἐγὼ πάντα τὰ τίμια παραδώσω τοῖς ἐναντίοις, καὶ διηνεκῶς ταπεινώσω. Τούτοις αὐτοῖς καταπλήξας, πάλιν τοῖς τῆς φιλανθρωπίας κέχρηται λόγοις, τῇ ποικιλίᾳ τῆς διαλέξεως ὠφέλειαν αὐτοῖς μηχανώμενος. ηʹ. «Τί σε διαθῶ, Ἐφραΐμ;» Πῶς σοι, φησὶν, ὦ Ἐφραῒμ, χρήσομαι; «Ὑπερασπιῶ σου, Ἰσραήλ· τί σε διαθῶ;» Ἐγὼ γὰρ ὑπερμαχῆσαί σου βούλομαι· οὐκ ἐᾷ δέ με τὰ ὑπὸ σοῦ τολμώμενα δυσσεβήματα· διὸ «ὡς Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβωΐμ.» Αἳ μετὰ Σοδόμων καὶ Γομόῤῥων ἐνεπρήσθησαν. Ἀλλ' οὔπω τὴν κατ' αὐτῶν ψῆφον ἐξενεγκὼν, τῇ φιλανθρωπίᾳ τὴν ἀπόφασιν λύει. «Μετεστράφη ἡ καρδία μου ἐν τούτῳ· συνεταράχθη ἡ μεταμέλειά μου. (θʹ.) Οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου· οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ.» Πατέρα μιμεῖται καὶ μητέρα ὑπὸ τῆς φύσεως διαταραττομένους, καὶ ἐπὶ πλεῖστον ἀποστρέφεσθαι τὰ τέκνα μὴ δυναμένους. Ταῦτα δὲ λέγει, οὐχ ὡς νῦν μὲν τοῦτο βουλόμενος, νῦν δὲ τοῦτο μεταβουλευόμενος· ἀλλὰ σχηματίζει τὸν λόγον εἰς ὀργὴν καὶ φιλανθρωπίαν, εἰς τιμωρίαν καὶ ἔλεον, καὶ δι' ἐκείνων καταπλήττων, καὶ διὰ τούτων προτρέπων. Ταύτην αὐτοῦ τὴν φιλανθρωπίαν καὶ ὁ μακάριος ᾄδει Δαβίδ· «Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.» Καὶ διὰ Ἡσαΐου αὐτός φησιν ὁ