Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1617
Not analysed yet
θείκασιν· «Ἔκλαυσε, καὶ ἐδεήθη αὐτοῦ, καὶ ἐν Βαιθὴλ ηὗρεν αὐτόν.» Φεύγων γὰρ ὁ Ἰακὼβ τοῦ ἀδελφοῦ τὴν ἐπιβουλὴν, καὶ πρὸς Λάβαν τὸν θεῖον ἀποδιδράσκων, ἐν τῇ Βαιθὴλ γενόμενος τῆς θείας ἀποκαλύψεως ἔτυχε, καὶ τὰς θείας ἐπαγγελίας ἐδέξατο. «Μὴ φοβοῦ γὰρ, φησὶν, Ἰακὼβ, διότι ἐγὼ μετὰ σοῦ εἰμι.» Καὶ κλαίων δὲ, ὡς εἰκὸς, τοὺς λόγους ἐκείνους ἐποιήσατο· «Ἐάν μοι δῷ Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι, καὶ ἀποκαταστήσει με μετ' εἰρήνης, ἔσται μοι Κύριος εἰς Θεὸν, καὶ ὁ λίθος, ὃν ἔστησα, ἔσται μοι εἰς οἶκον Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι αὐτά.» Καὶ ἐπανιὼν δὲ, κατὰ τὸν τόπον ἐκεῖνον γενόμενος, τὸν εὐεργέτην ὑμνῶν ἔλεγεν, ὅτι «Ἐν τῇ ῥάβδῳ μου ταύτῃ παρῆλθον τὸν Ἰορδάνην, καὶ ἰδοὺ γέγονα εἰς δύο παρεμβολάς.» Τοῦτο τοίνυν οἱ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον ἑρμηνεύσαντες παρεδήλωσαν, διδάσκοντες ὅτι ἐν τῇ Βαιθὴλ, ἥτις, φησὶ, νῦν τὸ Ὢν εἴδωλον ἔχει, ὤφθη τῷ Ἰακώβ· οἱ δὲ Ἑβδομήκοντα ἐπὶ πληθυντικὸν ἀπὸ τοῦ ἑνικοῦ μεταβάντες, διδάσκουσιν ἡμᾶς οὕτω νοεῖν, ὅτι Ὁ μὲν προπάτωρ ὑμῶν τοιοῦτος περὶ ἐμὲ γενόμενος τῆς παρ' ἐμοῦ κηδεμονίας ἠξίωται· ὑμεῖς δὲ τὴν ἐναντίαν ὡδεύσατε, καὶ μεταμελείᾳ δὲ χρήσασθαι βουληθέντες, οὐκ εἰς τὸν ἀφιερωμένον μοι νεὼν ἐληλύθατε, ἀλλὰ παρὰ τὸ Ὢν εἴδωλον ὀλοφυρόμενοι τὴν ἐμὴν ἐζητεῖτε βοήθειαν. Ἐγὼ δὲ καὶ οὕτω παροινούμενος ἐπεφάνην ὑμῖν, καὶ ἐν οἷς ἐκαλέσατε τόποις τὰς ἀποκρίσεις ἐποιησάμην. Καὶ τοῦτο διδάσκει σαφῶς Ἀμὼς ὁ προφήτης, ἐν τῇ Βαιθὴλ, ἐν ᾗ τὸ εἴδωλον ἦν τὸ Ὢν, πᾶσαν ποιησάμενος τὴν προφητείαν· πρὸς ὃν καὶ ὁ Ἀμασίας, ὁ τῆς Βαιθὴλ ἱερεὺς, ἔφη «Πορεύου εἰς γῆν Ἰούδα, καὶ μὴ προφήτευε εἰς Βαιθὴλ, ὅτι ἁγίασμα βασιλέως ἐστίν.» εʹ, ϛʹ. «Ὁ δὲ Κύριος ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διὰ παντός.» Τοιοῦτον ἔχων Δεσπότην, ὃς κατὰ πάντων ἔχει τὸ κράτος, ἄληστον αὐτοῦ διὰ παντὸς ἔχε τὴν μνήμην, καὶ δικαιοσύνης ἀντέχου, καὶ φιλάνθρωπος ἔσο περὶ τὸν πέλας, καὶ τοῖς θείοις διηνεκῶς ἀκολούθει προστάγμασιν· οὕτω γὰρ τῷ Θεῷ πελάζων ἕξεις αὐτὸν ὑπερμαχοῦντα προθύμως. ζʹ, ηʹ. «Χαναὰν, ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας· καταδυναστεύειν ἠγάπησε· καὶ εἶπεν Ἐφραΐμ· Πλὴν πεπλούτηκα, εὕρηκα ἀνάπαυσιν ἐμαυτῷ.» Χαναὰν τὸν Ἐφραῒμ προσαγορεύει. Οὕτω γὰρ καὶ ὁ μακάριος Ἰεζεκιὴλ προσδιαλεχθῆναι προσετάχθη τῇ Ἱερουσαλήμ· «Τὸ σπέρμα σου καὶ ἡ γένεσίς σου, ἐκ τῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία.» Ὧν γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν, τούτων καὶ τῆς προσηγορίας μετέλαχον. Σὺ τοίνυν, ὦ Ἐφραῒμ, τὴν τοῦ Χαναὰν μιμούμενος πονηρίαν,