Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1620
Not analysed yet
ἄδικα ἐκτήσω τὰ τῆς διανοίας ζυγά· τὸ γὰρ δίκαιον ἀτιμάζων διατελεῖς, τὴν ἄδικον δυναστείαν ποθεῖς, καὶ ἐπὶ πλούτῳ μέγα φρονεῖς, καὶ ἀλαζονευόμενος σαυτῷ τὴν τούτου συλλογὴν ἐπιγράφεις. Ἰστέον δὲ, ὅτι τὸν ἄδικον ζυγὸν καὶ ὁ μακάριος μνημονεύει Δαβὶδ, λέγων· «Ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι.» Καὶ τὰ ἐπαγόμενα δὲ συμφωνεῖ τοῖς περὶ τοῦ Ἐφραῒμ εἰρημένοις· «Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Ἑνὸς γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ νάματα. Καὶ τὸ ἀκροτελεύτιον δὲ ἐκεῖνο, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» συμφωνεῖ τοῖς ἐπαγομένοις ἐνταῦθα· «Πάντες γὰρ οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι' ἀδικίας, ἃς ἥμαρτεν.» Γυμνωθήσεται γὰρ τῶν τῆς εὐπορίας ἀγαθῶν, δικαίας τῆς παρανομίας ἀπαιτούμενος δίκας. θʹ. «Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἐν ἡμέραις ἑορτῆς.» Ἐπειδὴ γὰρ τῆς Αἰγυπτιακῆς δουλείας ἀπαλλαγεὶς λήθῃ τὴν εὐεργεσίαν παρέδωκας, αὖθις οἰκήσεις σκηνὰς, μέτοικος ἐν τῇ ἀλλοτρίᾳ γενόμενος, καὶ ἀναμνησθήσῃ ὧν ἐπετέλεις σκηνῶν ἐν ταῖς ἑορταῖς τρυφῶν, καὶ τῆς ἐν ἐρήμῳ διαγωγῆς πανηγυρίζων τὴν μνήμην. Λέγει δὲ τῆς Σκηνοπηγίας τὴν ἑορτήν. ιʹ. «Καὶ ἐλάλησα πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.» Ἐνδίκως δὲ τήνδε τὴν τιμωρίαν ὑπομένεις, ἐπειδὴ ταύτης διὰ τῶν προφητῶν τὰς προῤῥήσεις δεξάμενος οὐκ ἔδεισας, οὐδὲ μεταβαλεῖν ἐβουλήθης τὴν γνώμην· καὶ ταῦτα, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων τῶν προῤῥήσεων γενομένων. Τοιοῦτον γὰρ ἦν καὶ τὸ ὑπὸ τοῦ θεσπεσίου Ὡσηὲ γεγενημένον· ποτὲ μὲν γὰρ γυναῖκα πόρνην, ποτὲ δὲ μοιχεύτριαν, κατὰ τὴν θείαν ἔλαβεν ἐντολὴν, εἰκὼν τοῦ Θεοῦ τῶν ὅλων γινόμενος, καὶ τῆς τοῦ λαοῦ παρανομίας κατηγορῶν. Πρὸς δὲ τούτῳ δηλοῖ, ὅτι Καὶ διαφόροις ἀποκαλύψεσιν ἐχρησάμην, οὐ τὴν ἐμὴν φύσιν ὑποδεικνὺς (ἀόρατος γὰρ αὕτη), ἀλλὰ πρὸς τὴν χρείαν ἐκτυπῶν τὴν θεωρίαν. Οὔτε γὰρ ὁμοίως ἅπασιν ὤφθην· ἄλλως γὰρ τῷ Δανιὴλ, καὶ ἄλλως τῷ Ἰεζεκιὴλ, ἑτέρως δὲ τῷ Ἡσαΐᾳ, καὶ τῷ Μιχαίᾳ οὐ κατὰ τὸν ὅμοιον τρόπον· καὶ Μωσῇ δὲ καὶ Ἀβραὰμ πρὸ τούτου διαφόρως. ιαʹ. «Εἰ μὴ Γαλαάδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἄρχοντες ἐν Γαλγάλοις θυσιάζοντες.» Ὑμεῖς δὲ, τούτων ἀπολαύοντες παρ' ἐμοῦ, ἐν Γαλαὰδ καὶ Γαλγάλοις ταῖς κατειδώλοις πόλεσι, σὺν τοῖς ἄρχουσι τοῖς ὑμετέροις τοῖς δαίμοσι τὰς θυσίας προσφέρετε· καὶ ταῦτα, οὐ παρ' αὐτῶν, ἀλλὰ παρ' ἐμοῦ τὰς εὐεργεσίας δρεπόμενοι. Εἰ μὲν γὰρ ἐκ Γαλαὰδ, τουτέστι, παρὰ τῶν εἰδώλων, ἀγαθοῦ τινος ἀπελαύετε, εἶχεν ἄρα