Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1629
Not analysed yet
προσήκει χρήσασθαι λόγοις τὸν Θεὸν ἐξιλεουμένους. Εἴπατε γὰρ, φησὶ, «Δύνασαι πᾶσαν ἀφαιρεῖν ἁμαρτίαν.» Ταύτην γὰρ αὐτῷ τὴν ἱκετηρίαν προσφέροντες, οὐ λήψεσθε μὲν τῆς ἀδικίας τὰ ἐπίχειρα, ἐν ἀπολαύσει δὲ γενήσεσθε παντοδαπῶν ἀγαθῶν. Πρόσθετε δὲ ἐκείνοις τοῖς λόγοις, τὸν Σωτῆρα καὶ εὐεργέτην ἀντιβολοῦντες, ὡς Οὐκέτι οὐδενὶ ἀνθρώπων θαῤῥήσομεν, οὐκ Ἀσσυρίοις, οὐκ Αἰγυπτίοις, οὐχ ἵππων πλήθει, οὔτε μὴν θεοὺς νομιοῦμεν τὰ χειρόκμητα εἴδωλα. Τούτων γὰρ ὑπὸ σοῦ λεγομένων, ὁ ἐν σοὶ συνεχῶς φαινόμενος Κύριος ἐλεήσει ὀρφανόν· τουτέστι, τὸν ὀρφανοῦ δίκην ἀτημέλητον ὄντα σε, καὶ ἀκηδεμόνευτον, πάσης ἀξιώσει προνοίας, καὶ ἰάσεως δὲ μεταδώσω σοι, τῶν ἐπικειμένων ἀπαλλάττων κακῶν. Γνησίως δὲ περὶ σὲ διαθήσομαι, καὶ πᾶσαν τὴν ἐπενεχθεῖσάν σοι καταπαύσω παιδείαν· χορηγήσω δέ σοι οἷόν τινα δρόσον τὰς ἐμὰς δωρεὰς, ὡς ἂν κρίνῳ παραπλησίως ἀνθήσαις· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· ϛʹ. «Ἔσομαι ὡς δρόσος τῷ Ἰσραὴλ, ἀνθήσει ὡς κρίνον.» Πολλαχοῦ δὲ τούτου τοῦ ἄνθους ἡ θεία μέμνηται Γραφή. Καὶ Ἡσαΐας μὲν βοᾷ· «Εὐφρανθήτω ἡ ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον.» Ἐν δὲ τῷ ᾌσματι τῶν ᾀσμάτων περὶ τῆς νύμφης ὁ νυμφίος φησίν· «Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ ἀδελφιδή μου ἀναμέσον τῶν θυγατέρων.» Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, «Ἀποβλέψατε, φησὶν, εἰς τὰ κρίνα τοῦ ἀγροῦ. Ἀμὴν λέγω ὑμῖν, οὔτε Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.» Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς πρὸς τῇ εὐωδίᾳ καὶ ἡ λαμπρότης τοῦ ἄνθους θαυμάζεται. Ταύτῃ δὲ παραβάλλεται ἡ τοῦ ῥύπου τῆς ἁμαρτίας ἀπηλλαγμένη ψυχὴ, καὶ τὴν λαμπροτάτην τοῦ βαπτίσματος περιβεβλημένη στολὴν, περὶ ἧς καὶ Ἡσαΐας βοᾷ· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Τούτῳ γὰρ παραπλησίως τῷ κρίνῳ καὶ ὁ Ἰσραὴλ τὸν Θεὸν ἐπιγνοὺς, «Ἀνθήσει, φησὶ, καὶ βαλεῖ τὰς ῥίζας αὑτοῦ ὡς Λίβανος.» Δηλοῖ δὲ τὸ ὄρος τὸ ταῖς κέδροις κατεστεμμένον. Εἶτα τὸ ἐσόμενον αἰνιττόμενος πλῆθος· ζʹ. «Πορεύσονται οἱ κλάδοι αὐτοῦ.» Προαγορεύει καὶ τὸν τῆς εὐσεβείας καρπόν· «Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου.» Διδάσκει δὲ καὶ τῶν ἀγαθῶν τὴν αἰτίαν· ηʹ. «Ἐπιστρέψουσι, καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ·» τουτέστι, τοῦ Θεοῦ. «Καὶ ζήσονται, καὶ στηριχθήσονται σίτῳ, καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτῶν, ὡς οἶνος Λιβάνου.» Ἀποταττόμενοι γὰρ τῇ πλάνῃ τῶν εἰδώλων, καὶ τῇ ἐμῇ θαῤῥοῦντες κηδεμονίᾳ, παντοδαπῶν ἀγαθῶν δέξον-