Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1628
Not analysed yet
τοῦ θανάτου κελεύει. «Ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;» Ταῦτα τυπικῶς μὲν ἐπὶ τῆς ἐπανόδου τῶν Ἰουδαίων γεγένηται· καλεῖ γὰρ τροπικῶς τὴν ἐν τῇ αἰχμαλωσίᾳ διαγωγὴν ᾅδην καὶ θάνατον. Ἐντελὲς δὲ καὶ ἀληθὲς ἐδέξατο πέρας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν· τῆς γὰρ ἡμετέρας ἀπαρχῆς ἀναστάσης, ἅπαντες ἡμεῖς ἐδεξάμεθα τῆς ἀναστάσεως τὴν ἐλπίδα. Τοῦτο δὲ καὶ ἐν τῇ τοῦ Ἰεζεκιὴλ προφητείᾳ ἔστιν εὑρεῖν· καὶ γὰρ ἐκεῖ ἡ τῶν ὀστῶν ἀναβίωσις τὰ δύο σημαίνει, καὶ τοῦ Ἰσραὴλ τὴν ἐπάνοδον (ὃς τὰς χρηστὰς ἀποκόψας ἐλπίδας ἔλεγεν· «Ἐκλελοίπαμεν, ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν),» καὶ τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀνάστασιν. Τύπος γὰρ τὰ περὶ Ἰουδαίους γεγενημένα τῆς περὶ πάντας ἀνθρώπους τοῦ Θεοῦ τῶν ὅλων κηδεμονίας. «Παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου, διότι οὗτος ἀναμέσον ἀδελφῶν διαστελεῖ.» Αὕτη δὲ, φησὶν, ἡ παραψυχὴ τῆς χρηστοτέρας ἐλπίδος, καὶ τῆς ἀναστάσεως ἡ προσδοκία, καὶ ἀπὸ τῶν αἰχμαλώτων γιγνομένων Ἰουδαίων, καὶ ἀπὸ πάντων ἀνθρώπων τέως κεκρῦφθαι δοκεῖ· οἵ τε γὰρ Ἰουδαῖοι ἐξανδραποδιζόμενοι, καὶ τῆς σφετέρας διαχωριζόμενοι συγγενείας, καὶ κατὰ διαίρεσιν καὶ διανομὴν δουλεύειν ἀναγκαζόμενοι, τῆς ἀνακλήσεως οὐδεμίαν εἶχον ἐλπίδα· καὶ ἅπαντες ἄνθρωποι, τὸν θάνατον ὁρῶντες ἄρδην ἀμῶντα τὴν φύσιν, καὶ νῦν μὲν ἀδελφὸν ἀδελφοῦ χωρίζοντα, νῦν δὲ παιδὸς πατέρα στερίσκοντα, παντελῶς ἀπηγόρευον τὴν ἀνάστασιν. Ἀλλ' ὅμως ἀληθῆ, φησὶ, τὰ εἰρημένα, κἂν ἐπὶ τοῦ παρόντος ἄδηλα ᾖ τοῖς πολλοῖς. ιεʹ. «Ἐπάξει γὰρ Κύριος ἄνεμον καύσωνα ἐκ τῆς ἐρήμου ἐπ' αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, καὶ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· οὗτος ἐρημώσει τὴν γῆν αὐτοῦ, καὶ πάντα τὰ σκεύη αὐτοῦ τὰ ἐπιθυμητά.» Αἰνίττεται δὲ διὰ τούτων Κῦρον τὸν Πέρσην ἐπιστρατεύσαντα, καὶ καταλύσαντα τῶν Ἀσσυρίων, εἴτουν Βαβυλωνίων, τὴν βασιλείαν, καὶ πᾶσαν τὴν βασιλικὴν συγγένειαν διαφθείραντα, καὶ τὰς τῆς τυραννίδος ἀφελόμενον ἀφορμάς· ταύτας γὰρ τροπικῶς πηγὰς καὶ φλέβας προσαγορεύει. Ἠβουλήθη δὲ διὰ τούτων διδάξαι, τίνι τρόπῳ καταλύσει ὃν τροπικῶς θάνατον καὶ ᾅδην ἐκάλεσεν. Ἀλλὰ ταῦτα μὲν μετὰ ταῦτα γενήσεται· νῦν δὲ, ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. αʹ. «Ἀφανισθήσεται Σαμάρεια.» Ἐναντία δρᾶσαι τετολμηκυῖα τῷ θείῳ θελήματι, καὶ τοῦ πολέμου γενήσεται παρανάλωμα καὶ ὄψονται οἱ ταύτης οἰκήτορες, τὰ μὲν ὑπομάζια παιδία τῇ γῇ προσρηγνύμενα, τὰς δὲ κυοφορούσας μετὰ τῶν ἐμβρύων ἀναιρουμένας. Ἀλλ' ἵνα τούτων μὴ δέξῃ τὴν πεῖραν, βʹ. «Ἐπιστράφηθι, ὦ Ἰσραὴλ, πρὸς Κύριον τὸν Θεόν σου.» Πολὺν γὰρ ἐν ταῖς παρανομίαις κατανήλωσας χρόνον. Εἶτα καὶ διδάσκει αὐτοὺς, ποίοις