Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1701
Not analysed yet
ὄρνεα τῷ ἰξῷ ῥᾳδίως θηρεύσεται, οὕτως ὑπὸ τῶν Ἀσσυρίων ὁ λαὸς ἀγρευθήσεται. «Εἶπε γὰρ Κύριος πρός με· Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ· οὐκέτι οὐ μὴ προσθῶ παρελθεῖν αὐτόν. (γʹ.) Καὶ ὀλολύζει τὰ φατνώματα τοῦ ναοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, πολὺς ὁ πεπτωκὼς, ἐν παντὶ τόπῳ ἐπιῤῥίψω σιωπήν.» Οὐκέτι μακροθυμήσω, ἀλλὰ τῶν προῤῥήσεων ἐπάξω τὸ πέρας. Χωρήσει δὲ κατὰ τοῦ ναοῦ τοῦ ἐμοῦ τῶν πολεμίων τὸ πῦρ· ὀλολυγὴν δὲ τῶν τοῦ ναοῦ φατνωμάτων τῶν ἔνδον ἀναιρουμένων ἐκάλεσε τὴν βοὴν, καὶ τῶν ἐμπιπραμένων ξύλων τὸν ἦχον· τὸ δὲ, «Πολὺς ὁ πεπτωκὼς, ἐν παντὶ τόπῳ ἐπιῤῥίψω σιωπὴν,» πλῆθος, φησὶ, πολὺ ἔσται τῶν ἀναιρουμένων· πολλὴ δὲ σιγὴ καὶ σιωπὴ τὰς πόλεις, καὶ τὰς ὁδοὺς, καὶ τὰς κώμας ἀπὸ τῆς τῶν οἰκητόρων ἐρημίας καθέξει. Προσέχετε τοίνυν τούτοις, οἱ τοὺς πτωχείᾳ καὶ πενίᾳ συζῶντας πιέζοντες, καὶ τὰς Νουμηνίας καὶ τὰ Σάββατα περισκοποῦντες, καὶ τὰ παράνομα συναθροίζοντες κέρδη, σταθμοῖς τε καὶ ζυγοῖς ἀδίκοις κεχρημένοι, καὶ διαφόρως τοὺς ὑποδεεστέρους καταδουλούμενοι, καὶ ἀπὸ παντὸς εἴδους ἐμπορίας χρηματιζόμενοι. ζʹ, ηʹ. «Ὀμνύει Κύριος καθ' ὑπερηφανίαν Ἰακώβ· Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν. Καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς Αἰγύπτου.» Ὑπερηφανίαν δὲ καλεῖ τὴν μετ' αὐθαδείας ἀδικίαν, ἣν κατὰ τῶν πενήτων ἐτόλμων. Ὀμόσαι δὲ τὸν Κύριον ἔφη, τὸ ἀψευδὲς τῶν εἰρημένων δεικνύς. Οὐκέτι, φησὶν, οἷόν τινι λήθῃ παραδώσω τὰ ὑφ' ὑμῶν τολμώμενα, ἀλλὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καθ' ὑμῶν κινήσω τὴν γῆν, καὶ καλύψω ὑμᾶς τῷ πλήθει τῶν πολεμίων, καθάπερ ὁ Αἰγύπτου ποταμὸς καλύπτει τὴν γῆν. Λαβόντες δὲ ὑμᾶς ἀπάξουσιν, ἔρημον τὴν γῆν τὴν ὑμετέραν καταλιπόντες· τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· «Καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.» Τότε καὶ ὁ ἥλιος μεσούσης ἡμέρας εἰς σκότος μεταβληθήσεσθαι δόξει τοῖς κατεχομένοις ὑπὸ τῶν συμφορῶν, καὶ τὰς μὲν ἑορτὰς εἰς πένθος, τὰς δὲ ᾠδὰς εἰς θρῆνον μεταβαλῶ· καὶ τὸ σχῆμα δὲ πένθιμον ἅπαντες ἕξουσι, τὴν εὐπρέπειαν τῆς κόμης ἀποκειρόμενοι, καὶ σάκκον περιβαλλόμενοι· ὡς ἐοικέναι τοῖς μονογενοῦς παιδὸς ὀδυρομένοις μεταβολήν. Καὶ πρὸς τούτοις ἐπάξω λιμὸν, καὶ ἔνδειαν οὐ καρποῦ καὶ ὕδατος, ἀλλὰ προφητείας καὶ θείας διδασκαλίας. Καὶ τῇδε κἀκεῖσε δίκην ὑδάτων ἁλλόμενοι καὶ πλανώμενοι περινοστήσουσι, τὸν θεῖον λόγον ἐπιζητοῦντες, καὶ τοῦ ποθουμένου διαμαρτήσοντες. Ἀλλὰ μὴν καὶ αἱ νῦν καλλωπιζόμεναι παρθένοι, καὶ οἱ μετὰ τούτων ἐκτρεφόμενοι νεανίαι δίψει τηκόμενοι θανάτῳ παραδοθήσονται. ιδʹ. «Οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας.» Καὶ διδάσκων, τίς οὗτος, εὐθὺς ἐπήγαγε· «Ζῇ ὁ Θεός