Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1704
Not analysed yet
σου, Δὰν, καὶ ζῇ ὁ Θεός σου, Βηρσαβεέ.» Ὅροι δὲ οὗτοι ἦσαν τῆς Ἰσραηλιτῶν γῆς. Ἐν δὲ τῇ Δὰν καὶ ὁ πρῶτος ἔστησεν Ἱεροβοὰμ θυσιαστήρια· ἡ δὲ Βηρσαβεὲ τὸ φρέαρ ἐστὶ τοῦ ὅρκου, περὶ οὗ καὶ ἄνω εἴρηκε· κἀκεῖ δὲ εἴδωλα προσεκύνουν. ΚΕΦΑΛ. Θʹ. Μετὰ ταῦτα ἰδεῖν ἔφη τὸν Κύριον ἐφεστῶτα τῷ θυσιαστηρίῳ, καὶ κελεύσαντα πατάξαι τὸ ἱλαστήριον οὕτως, ὥστε τῇ πληγῇ καὶ αὐτὰ σεισθῆναι τὰ προπύλαια. Δηλοῖ δὲ καὶ διὰ τούτων, ὡς αὐτοῦ κελεύοντος, ἀλλ' οὐκ οἰκείᾳ δυνάμει χρώμενος, κρατήσει τούτων ὁ Βαβυλώνιος. «Καὶ διάκοψον, φησὶν, εἰς κεφαλὰς πάντων.» Τοῦτο καὶ ὁ μακάριος Ἰεζεκιὴλ ἐθεάσατο· καὶ γὰρ ἐκεῖ ἀόρατοι δυνάμεις πελέκεσι χρώμεναι, τὴν πόλιν ἅπασαν περιδραμεῖν ἐκελεύσθησαν, καὶ ἅπαντας πλὴν τῶν τὸ σημεῖον ἐχόντων κατακοντίσαι. Τοῦτο κἀνταῦθα παρηγγύησε, «Διάκοψον εἰς κεφαλὰς πάντων.» Καὶ τὸν ἀθρόον θάνατον οὕτω παραδηλώσας, ἐπήγαγε·» Καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ· οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος.» Ἐὰν γὰρ εἰς ᾅδου κατέλθωσιν, ἀνασπάσω, φησὶν, αὐτοὺς τῇ χειρί· ἐὰν εἰς τὸν οὐρανὸν ἀνέλθωσιν, ὅπερ ἐστὶ τῶν ἀδυνάτων, ἐκεῖθεν αὐτοὺς καταγαγὼν τοῖς ἐχθροῖς παραδώσω· εἰ δὲ καὶ εἰς τὸν Κάρμηλον φύγοιεν, ῥᾷστα κἀκεῖθεν αὐτοὺς παραλήψομαι· κἂν εἰς αὐτὸν δὲ τῆς θαλάττης καταδῦναι τὸν βυθὸν πειραθῶσι, τοῖς ἐκεῖ θηρίοις ἐντελοῦμαι καταναλῶσαι αὐτούς· ἐὰν δὲ καὶ αὐτομολῆσαι πρὸς τοὺς ἐχθροὺς πειραθῶσιν, οὐδὲ οὕτω τῆς παρ' αὐτῶν φειδοῦς ἀπολαύσουσι. «Στηριῶ γὰρ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά.» Ἐγὼ τῶν ἁπάντων Θεὸς καὶ Δεσπότης, ὁ τῇ ἁφῇ μόνῃ ποιῶν κινεῖσθαι τὴν γῆν, καὶ πενθεῖν τούτου χάριν παρασκευάζων τοὺς κατοικοῦντας, αὐτήν. ϛʹ. «Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἐπίβασιν αὑτοῦ, καὶ τὴν ἐπαγγελίαν αὑτοῦ ἐπὶ γῆς θεμελιῶν.» Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένον· «Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.» —»Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.» Λέγει τὰ τῆς δυνάμεως ἔργα, ἵνα διὰ τούτων βεβαιώσῃ τὰς ἀπειλάς. ζʹ. «Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι, υἱοὶ Ἰσραήλ; λέγει Κύριος.» Τὴν αὐτὴν, φησὶν, Αἰθίοψι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἔχοντες φύσιν, πλείονος παρὰ πάντας ἠξιώθητε προμηθείας. Καὶ τοῦτο δεικνὺς ἐπήγαγεν· «Οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου;» Μετέστησαν γὰρ, φησὶ, καὶ ἕτεροι, καὶ τὴν προτέραν πατρίδα καταλιπόντες εἰς ἄλλην ἀφίκοντο· ὅνπερ δὴ τρόπον οἵ τε