Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1708
Not analysed yet
ἐφ' ἃ ἐπικέκληται τὸ ὄνομά μου. «Οὓς γὰρ προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Καὶ δεικνὺς τῶν εἰρημένων τὸ ἀψευδὲς, ἐπήγαγε· «Λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα·» ὁ γὰρ ποιῶν τὰ πράγματα προεῖπε τὰ ῥήματα. Ἐπειδὴ δὲ οὐχ ἅπαντες ταῖς πνευματικαῖς ἐπαγγελίαις προσέχειν ἠδύναντο, ἀναγκαίως καὶ τῶν σωματικῶν ἀγαθῶν ὑπισχνεῖται τὴν χορηγίαν, καὶ τοσαύτην ἔσεσθαι τούτων προλέγει τὴν ἀφθονίαν, ὡς ὑπὸ τοῦ τρυγητοῦ καταληφθῆναι τὸν ἀμητὸν, διὰ τὸ πλῆθος, ὡς εἰκὸς, τῶν καρπῶν, οὐ δυνηθέντων τεμεῖν καὶ λεπτῦναι τῶν γηπόνων τὰ δράγματα. Ἀλλὰ καὶ ἐν τῷ σπόρῳ, φησὶν, ἔτι περκαζούσης ἅψονται τῆς σταφυλῆς, καὶ τὰ ὄρη δὲ τοὺς παντοδαποὺς τῶν ἀκροδρύων δώσει καρπούς· οὐδεὶς δὲ τῶν βουνῶν ἀπολειφθήσεται γεγυμνωμένος φυτῶν. Τῆς δὲ αἰχμαλωσίας ἀπαλλαγεὶς ὁ λαὸς, τὰς ἀναστάτους γενομένας ἀνοικοδομήσει πόλεις, καὶ ἐν αὐταῖς κατοικῶν ἀδεῶς γεωργήσει τὴν γῆν, καὶ φυτεύων, καὶ σπείρων, καὶ τῶν πόνων δρεπόμενος τοὺς καρπούς· καὶ ἐπὶ πλεῖστον δὲ τὴν δεδομένην αὐτοῖς οἰκήσουσι πατρίδα. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· ιεʹ. «Καὶ καταφυτεύσω αὐτοὺς ἐν τῇ γῇ αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἐκ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.» Εἰδέναι δὲ χρὴ, ὡς ὑπισχνεῖται μὲν πολλάκις ἀγαθὰ τῶν ὅλων ὁ Κύριος· οἱ δὲ τὰς ὑποσχέσεις δεχόμενοι, παρανομίᾳ χαίροντες, πέρας λαβεῖν τὰς ὑποσχέσεις κωλύουσιν. Ἀπειλεῖ δὲ ἔστιν ὅτε καὶ τὰ χαλεπὰ, καὶ μεταβαλλόμενοι τῷ φόβῳ τῶν ἀπειλῶν οἱ διὰ τὴν σφετέραν παρανομίαν ταύτας δεξάμενοι, πεῖραν τῶν λυπηρῶν οὐ λαμβάνουσι. Τοιγάρτοι καὶ Ἰουδαῖοι κατὰ τοῦ Δεσπότου παραγενομένου λυττήσαντες, τῶν ἀγαθῶν ἐπαγγελιῶν σφᾶς αὐτοὺς ἀπεστέρησαν. Ἡμᾶς δὲ εἴη ταῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων εὐχαῖς τὸν ἑαυτῶν βίον κατὰ τοὺς θείους νόμους εὐθύνοντας, καὶ τῇ μεταμελείᾳ τὸν τῶν ἁμαρτημάτων ἀποῤῥίπτοντας ῥύπον, πεῖραν μὲν ἀλγεινοῦ μηδενὸς λαβεῖν· τυχεῖν δὲ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι τοῦ Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.