Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1705
Not analysed yet
Σύροι, καὶ οἱ ἀλλόφυλοι· ἀλλ' οὐχ ὁμοίως ὑμῖν. Τὴν μὲν γὰρ ἐκείνων οὐδεὶς οἶδε μετάβασιν, τὴν δὲ ὑμετέραν ἅπαντες ᾄδουσιν ἄνθρωποι. Καὶ ἐκεῖνοι μὲν μεταστάντες ἄλλοις συνοικοῦσι κατὰ τοὺς ἐκείνων πολιτευόμενοι νόμους· ὑμεῖς δὲ κρείττους τῶν ἐνοικούντων γενόμενοι, καὶ πάντας αὐτοὺς ἄρδην κατακοντίσαντες, κύριοι τῆς ὑπ' ἐκείνων κατεχομένης ἐγένεσθε γῆς, ἐπειδὴ τῆς ἐμῆς ἀπηλαύσατε βοηθείας. ηʹ. «Ἰδοὺ γὰρ, φησὶν, οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τὴν ἁμαρτωλὸν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι εἰς τέλος οὐ μὴ ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει Κύριος.» Καὶ γὰρ μυρίαις παρανομίαις συζῶντας οὐ παραδώσω πανωλεθρίᾳ· ἀλλὰ νῦν μὲν αὐτοὺς εἰς τὴν αἰχμαλωσίαν διασπερῶ, καθάπερ δὲ γεωργὸς ἀποκρινῶ σίτου τὸ ἄχυρον, καὶ φυλάξω μὲν τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ λοιποὺς παραδώσω σφαγῇ, οἳ πιστεῦσαι τοῖς ἐμοῖς οὐκ ἠβουλήθησαν λόγοις, ἀλλὰ διαφυγεῖν ἤλπισαν τῶν ἠπειλημένων τὴν πεῖραν. ιαʹ, ιβʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ τὰ ἀνεσκαμμένα ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. Ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ' ἃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὰ, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.» Ταῦτά τινες εἰς τὸν Ζοροβάβελ ἐξέλαβον, ἁρμόττειν αὐτῷ νομίσαντες, ὡς ἐκ Δαβὶδ τὸ γένος κατάγοντι. Συνιδεῖν δὲ οὐκ ἠθέλησαν, ὡς ὁ Ζοροβάβελ ὀλίγον ἡγεμονεύσας χρόνον τοῦ θανάτου τὸν ὅρον ἐδέξατο· ἡ δὲ προφητεία αἰωνίων ἀγαθῶν ἐπαγγελίαν περιέχει, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν εἰς Θεὸν ἐπίγνωσιν, ὧν οὐδὲν τοῖς ὑπὸ τοῦ Ζοροβάβελ γεγενημένοις συμβαῖνον εὑρίσκομεν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐκ Δαβὶδ κατάγων κατὰ σάρκα τὸ γένος, τὴν πρὸς τὸν Δαβὶδ γεγενημένην ἐπαγγελίαν ἐπλήρωσεν. «Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν,» τὴν ἐκ Δαβὶδ ἀναλαβὼν σκηνήν. Εἰκότως οὖν ὁ προφητικὸς λόγος τῷ Δαβὶδ τὴν σκηνὴν ἀνοικοδομηθήσεσθαι λέγει, οὐκ ἐπ' ὀλίγον χρόνον, ἀλλὰ πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Τοιαῦται γὰρ καὶ πρὸς τὸν μακάριον Δαβὶδ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ὑποσχέσεις ἐγένοντο· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ πάλιν· «Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Ταύτην τὴν ἐπαγγελίαν καὶ διὰ τοῦ μακαρίου Ἀμὼς ἀνακαινίζει τῶν ὅλων ὁ Κύριος· ἐπαγγέλλεται δὲ καὶ τοῖς ἔθνεσι τῆς θεογνωσίας τὸ δῶρον. Τῆς γὰρ Δαβιτικῆς, φησὶν, ἀνοικοδομουμένης σκηνῆς, ἐκζητήσουσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη