Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1712
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΜΟΝΟΝ. αʹ. «Ὅρασις Ἀβδιοῦ.» Ἀντὶ τοῦ, ἡ θεόθεν γενομένη τῷ Ἀβδιοῦ ἀποκάλυψις, αὕτη ἐστί. «Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ.» Οὐκ ἀνθρωπίνῳ, φησὶ, χρώμενος λογισμῷ τούτους ποιοῦμαι τοὺς λόγους· ἀλλ' ὁ Θεὸς τῶν ὅλων οἷον ὀργάνῳ τινὶ τῇ ἐμῇ κέχρηται γλώττῃ, καὶ τῇ Ἰδουμαίᾳ τὰ ἐσόμενα ἀγγέλλει. Καὶ διδάσκων ὁποῖα ταῦτα, ἐπάγει· «Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.» Ἀντὶ τοῦ περιοχὴν, ἀγγελίαν ὁ Σύμμαχος εἴρηκε. Δηλοῖ δὲ διὰ τούτων, ὡς αὐτὸς ὁ Δεσπότης συναγείρει κατὰ τῆς Ἰδουμαίας τοὺς πολεμίους. Ἐπάγει γάρ· «Ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ' αὐτὸν εἰς πόλεμον.» Οἷον γάρ τις στρατηγὸς τὴν κατ' αὐτοὺς στρατείαν συναθροίζει, διδάσκων ὡς αὐτὸς αὐτοὺς ταῦτα παθεῖν συγχωρεῖ. βʹ. «Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν· ἠτιμωμένος σὺ εἶ σφόδρα.» Καὶ τὴν αἰτίαν δεικνὺς, γ. «Ἡ ὑπερηφανία, φησὶ, τῆς καρδίας σου ἐπῆρέ σε.» Εἶτα διδάσκει τῆς ὑπερηφανίας τὰς ἀφορμάς. «Κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν.» Ἔπειτα καὶ τοὺς λογισμοὺς αὐτοῦ δήλους ποιεῖ. «Ὁ ὑψῶν γὰρ, φησὶ, τὴν κατοικίαν αὑτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὑτοῦ· Τίς με κατάξει ἐπὶ τὴν γῆν;» Σφόδρα ὑψηλαῖς ὀρῶν κορυφαῖς ἡ Ἰδουμαία περιεστοίχιστο· ταύτας ἐν ταῖς τῶν πολεμίων ἐφόδοις καταλαμβάνοντες, πολλὰς πολλάκις διέφυγον προσβολάς. Ἐπειδὴ τοίνυν, φησὶ, ταύταις θαῤῥῶν ἀλαζονεύῃ καὶ μέγα φρονεῖς ὡς ἀχείρωτος, εὐάλωτόν σε καταστήσω καὶ εὐχείρωτον τοῖς ἐχθροῖς, καὶ τῶν πολεμίων οὐ διαφεύξῃ τὰς χεῖρας, οὐδὲ εἰ δίκην ἀετοῦ μετέωρος ἀρθείης, καὶ ὑπὲρ αὐτὰ τὰ νέφη τὴν πτῆσιν ποιήσαιο, καὶ παρ' αὐτὰ σχοίης τὰ ἄστρα τὴν οἴκησιν. Καὶ σημαίνων οἵᾳ πανωλεθρίᾳ παραδοθήσεται, ἐπήγαγεν· εʹ, ϛʹ. «Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ, ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ αὐτοῖς; Καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελείποντο ἐπιφυλλίδα; Πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;» Οἱ μὲν κλέπται τὰ ἐν προχείρῳ κείμενα λαβόντες ἀπίασι, δεδιότες ἅπασαν ἐρευνῆσαι τὴν οἰκίαν· καὶ δὴ καὶ οἱ τὰς ἀμπέλους τρυγῶντες ὀκνοῦσιν ἁπάσας διερευνᾷν ἀκριβῶς· διὸ τοὺς μείζους τῶν βοτρύων συλλέγοντες, πολλὰς ἐν πολλοῖς κλήμασι καταλείπουσι ῥᾶγας. Σὲ δὲ οὕτως ἐρευνήσουσιν οἱ πολέμιοι, ὡς μηδὲ τὰ εἰς ἀδήλους σοι τόπους κατακεκρυμμένα τὰς ἐκείνων χεῖρας διαφυγεῖν. ζʹ. «Ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε, πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι· ἠδυνήθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· οἱ συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω σου.» Προστεθήσονται, φησὶ, τοῖς πολεμίοις, καὶ οἱ χθὲς καὶ πρώην εὐνοϊκῶς περὶ σὲ διακείμενοι, καὶ ὁμόσπονδοί σου