Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1713
Not analysed yet
ὄντες καὶ σύμμαχοι. Τοῦτο γὰρ εἶπεν, Οἱ ἄνδρες τῆς διαθήκης σου, καὶ οἱ πρὸ βραχέος συνεστιώμενοί σοι καὶ συνευωχούμενοι, οὐ μόνον σε τῶν πόλεων ἀλλὰ καὶ αὐτῶν τῆς χώρας ἐξελάσουσι τῶν ὁρίων, καὶ προφανῶς πολεμοῦντες, καὶ ἐνέδραις χρώμενοι· αἰτία δέ σοι τῶν κακῶν τούτων ἡ ἄνοια. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· «Οὐκ ἔστι σύνεσις αὐτῷ. (ηʹ, θʹ.) Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας, καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. Καὶ πτοηθήσονται οἱ μαχηταί σου ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ.» Πάντας ὁμοῦ καὶ τοὺς ἐπ' ἀνδρείᾳ γαυριῶντας, καὶ τοὺς ἐπὶ σοφίᾳ βρενθυομένους, καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ὀλέθρῳ παντελεῖ παραδώσω. Καὶ δεικνὺς τῆς ψήφου τὸ δίκαιον, ιʹ. «Διὰ τὴν σφαγὴν, φησὶ, καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ. Καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.» Λέγει δὲ καὶ τῆς εἰς τὸν ἀδελφὸν ἀδικίας τὰ εἴδη. ιαʹ. «Ἀφ' ἧς ἡμέρας ἀντέστης ἐξεναντίας, ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ, καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦσθα ὡς εἷς ἐξ αὐτῶν.» Τὸ μὲν γὰρ τοὺς ἀλλογενεῖς ἐπελθεῖν, καὶ πολεμῆσαι, καὶ ἀνδραποδίσαι, δεινὸν ὂν, ἧττόν ἐστι δεινόν· ὑμῖν δὲ τοῖς ὁμογενέσι, καὶ ἐκ τοῦ Ἀβραὰμ τὸ γένος κατάγουσι, ταῦτα εἰς τοὺς συγγενεῖς τετολμηκόσιν, οὐδεμία συγγνώμης καταλείπεται πρόφασις. Τοὺς γὰρ τῆς συγγενείας πατήσαντες νόμους, συνηργεῖτε μὲν τοῖς ἀλλοτρίοις, ἐπολεμεῖτε δὲ τοῖς οἰκείοις. «Καὶ σὺ γὰρ, φησὶν, ἦσθα ὡς εἷς ἐξ αὐτῶν.» Ταῦτα δὲ οὐχ ὡς γεγενημένα, ἀλλ' ὡς ἐσόμενα προλέγει, κατὰ τὸ οἰκεῖον ἰδίωμα· καὶ δηλοῖ τὰ ἐπαγόμενα. ιβʹ. «Μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων.» Ἡμέραν δὲ καλεῖ τὸν τῆς τιμωρίας καιρόν. Τὸ δὲ, Μὴ ἐπίδῃς, ἀπὸ τῆς κοινῆς εἴληφε χρήσεως· εἰώθασι γάρ τινες λέγειν· Ἐπεῖδον τὸν δεῖνα· τουτέστιν, Ἐφήσθην αὐτῷ κακοῖς προσπαλαίοντι. Τοῦτο δὲ καὶ τὸ ἐπαγόμενον ἑρμηνεύει. «Καὶ μὴ χαῖρε ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ θλίψεως αὐτῶν.» Ὁρῶν τὰ ἐκείνων κακὰ μὴ μεγαφρονήσῃς, ὡς τούτων ἀπείραστος διαμείνας κακῶν. ιγʹ. «Μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν.» Μὴ συνεισέλθῃς τοῖς πολεμίοις πορθοῦσι τῶν συγγενῶν σου τὴν πόλιν. «Καὶ μὴ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν.» Μὴ τοῖς ἀλλοτρίοις, φησὶ, παραπλησίως ἐφησθῇς τιμωρουμένοις αὐτοῖς. «Μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν.» Μηδὲ αὐξήσῃς αὐτοῖς ταῖς σαῖς ἐφόδοις τὰς τιμωρίας.