Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1737
Not analysed yet
ἐπιδεικνύμενον· ἐλεήμων γὰρ εἶ καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις), τὴν φυγὴν ἐκείνην ἐποιησάμην, εἶτα κλύδωνι καὶ κήτει παραδοθεὶς, ἱκέτευσα πάλιν ἐπανελθεῖν εἰς ζωήν· νῦν δὲ τοὐναντίον ἀντιβολῶ· γʹ. «Δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλόν μοι τὸ ἀποθανεῖν με, ἢ ζῇν με.» Προαιροῦμαι γὰρ θάνατον τῆς μετ' αἰσχύνης ζωῆς· αἰσχύνομαι δὲ, καὶ ἐγκαλύπτομαι, ψεύστης ἀπὸ τοσούτων ὀνομαζόμενος. Ἀλλ' ὁ ἀγαθὸς ἀποκρίνεται Δεσπότης, καί φησι τῷ προφήτῃ· δʹ. «Εἰ σφόδρα λελύπησαι σύ;» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· ἔφη γάρ· Ἆρα δικαίως ἐλυπήθης; οἱ δὲ λοιποὶ εἰρήκασιν· Εἰ καλῶς ἐλυπήθης; ἀντὶ τοῦ, Σκόπησον παρ' ἑαυτῷ, εἰ δικαίας ἔχεις τῆς ἀθυμίας ἀφορμάς. Καὶ ἐνταῦθα μὲν αὐτῷ εὑρέσθαι λογισμῷ κελεύει τῆς ἀθυμίας παραψυχήν· ἐν δὲ τῷ τέλει τῆς προφητείας, καὶ αὐτοῦ τὴν οὐ καλὴν ἀθυμίαν ἐλέγχει, καὶ τῆς οἰκείας ψήφου τὸ εὔλογον δείκνυσι. εʹ. «Καταλιπὼν δὲ τὴν πόλιν ὁ Ἰωνᾶς ἐκάθισεν ἀπέναντι αὐτῆς, καὶ ἐποίησεν ἑαυτῷ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἐπίδῃ τί ἔσται τῇ πόλει.» Τοῦτο, δὲ πρῶτον γενόμενον, τελευταῖον τέθεικεν ὁ προφήτης. Διηγησάμενος γὰρ τῶν Νινευϊτῶν τὴν μετάνοιαν, ἠβουλήθη ταύτῃ συνάψαι τὴν θείαν φιλανθρωπίαν, καὶ τὴν ἀπὸ ταύτης αὐτῷ συμβᾶσαν ἀθυμίαν. Ἐνταῦθα δὲ τὰ μεταξὺ γενόμενα λέγει, ὅτι κηρύξας ἐξῆλθε τοῦ ἄστεως, καὶ πηξάμενος σκηνὴν τὸ τέλος ἀνέμενε τῆς προῤῥήσεως· τοῦτο δὲ δῆλον ὡς πρὸ τῆς ἀθυμίας ἐγένετο· μετὰ γὰρ τὸ τῶν ὡρισμένων ἡμερῶν τέλος, θεασάμενος μηδὲν ἐκείνην ὑπομείνασαν τὴν πόλιν, τὴν μετ' ὀδύνης προσήνεγκε τῷ Θεῷ προσευχήν. Ἀλλ' ὅμως καὶ τούτῳ πάλιν μηχανᾶται παραψυχὴν, καὶ διά τινος αὐτῷ κολοκύνθης, ὡς αὐτὸς ἠθέλησε, παραυτίκα βλαστησάσης, καὶ ἐκταθείσης, καὶ κόμην ὅτι πλείστην φυσάσης, σκιὰν ἐργασάμενος ψυχαγωγίαν προσφέρει. Τὸ δὲ, ϛʹ. «Προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ,» τέθεικεν, οὐ φωνὴν ἐνταῦθα θείαν παραδηλῶν, ἀλλὰ διδάσκων, ὡς ἅμα τε ἠθέλησεν ὁ Θεὸς, καὶ τὸ φυτὸν εἰς τὸ εἶναι παρήχθη. Οὕτω καὶ ἄνω ἔφη· «Προσέταξεν ὁ Θεὸς κήτει,» οὐ φωνῇ θείᾳ τοῦτο γεγενῆσθαι λέγων, ἀλλὰ βουλῇ· πρόσταγμα γὰρ καλεῖ τὸ βούλημα. Οὕτως ὁ μακάριος Ἰωνᾶς εὐθυμίαν ἀντὶ λύπης ἐδέξατο. Ἀλλὰ πάλιν ὁ Θεὸς ὑπὸ τὴν ἕω διά τινος σκώληκος τῆς κολοκύνθης διαφθείρας τὴν ῥίζαν, τῇ τοῦ ἡλίου προσβολῇ διαυανθῆναι πεποίηκε. Τούτου δὲ γενομένου, καὶ σφοδρότερον τῆς ἀκτῖνος, ἢ κατὰ τὸ εἰωθὸς, τῇ κεφαλῇ προσβαλούσης· ηʹ. «Προσέταξε γὰρ ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν