Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1740
Not analysed yet
Ἰωνᾶ.» Πάλιν ὁ προφήτης εἰς μικροψυχίαν καὶ ὀδύνην ἐπανῆλθε μείζονα, καὶ καθίστατο τῆς ζωῆς τὸν θάνατον προαιρούμενος. Ἀλλ' αὖθις ὁ καὶ τῶν ἁμαρτωλῶν κηδόμενος καὶ τῶν δικαίων προμηθούμενος, ἤρετο τὸν προφήτην, εἰ λίαν ἐπὶ τῇ κολοκύνθῃ λελύπηται· τοῦ δὲ τοῦτο πάσχειν ὁμολογήσαντος, ὡς καὶ θάνατον τούτου γε εἵνεκα τῆς ζωῆς προτιμᾷν· Σοὶ, φησὶν ὁ Θεὸς, χρῶμαι κριτῇ· σκόπησον τοίνυν, εἰ δίκαιον, σὲ μὲν ὑπὲρ τῆς κολοκύνθης ἀλγεῖν, ἧς οὐ γεγένησαι γεωργὸς (οὔτε γὰρ ἐφύτευσας, οὔτε ἤρδευσας, ἀλλ' ὑπὸ τὴν ἕω γενομένη, σκώληκος τῇ ὑστεραίᾳ καὶ ἡλίου γεγένηται παρανάλωμα), ἐμὲ δὲ ἀφειδῶς τοσαύτῃ χρήσασθαι πόλει, ὑπ' ἐμοῦ τὸ εἶναι λαβούσῃ, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν, ἢ ἀριστερὰν αὑτῶν, καὶ κτήνη πολλά. Τοῦτο τοίνυν λογιζόμενος, θαύμασον τὴν φιλανθρωπίαν, ὡς τὸ εὔλογον ἔχουσαν. Τὸ δὲ, «Οὐκ ἔγνωσαν δεξιὰν αὑτῶν ἢ ἀριστερὰν αὑτῶν,» τινὲς ἐπὶ ἁπλότητος ἐξειλήφασιν· ἐμοὶ δὲ δοκεῖ τὸ πλῆθος τῶν ἐνοικούντων νέων αἰνίττεσθαι· καὶ ὁ σκοπὸς δὲ τῶν εἰρημένων πρὸς ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν. Εἰ γὰρ οὐκ ἔδει, φησὶ, δέξασθαι τὴν τῶν ἁμαρτωλῶν μετάνοιαν, ἐχρῆν γοῦν οἶκτόν τινα λαβεῖν τοσούτων μυριάδων, οἷς διὰ τὸ νέον τῆς ἡλικίας, οὐ τῆς δεξιᾶς καὶ ἀριστερᾶς χειρὸς ἡ γνῶσις ἐνετέθη. Πρὸς δὲ τούτοις καὶ κτήνη νικῶντα τὸν ἀριθμὸν ἡ πόλις ἔχει, οὐδεμίαν οὐδὲ αὐτὰ δίκην ὑπὲρ ἁμαρτημάτων ὀφείλοντα. Ὥσπερ οὖν τὰ κτήνη διὰ τοῦτο προστέθεικεν, οὕτω καὶ τὴν ἄωρον ἡλικίαν· ὡς μήτε τούτων, μήτε ἐκείνων, ποινὴν ὑπὲρ ἁμαρτημάτων ἐνδίκως εἰσπραττομένων. Τῆς μὲν οὖν προφητείας τοῦτο τὸ τέλος. Ἡμεῖς δὲ τὸν ἀγαθὸν ἡμῶν Δεσπότην ὑμνήσωμεν, ὃς οὐ βουλόμενος τοῦ ἁμαρτωλοῦ τὸν θάνατον, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, καὶ λυπεῖν ἔστιν ὅτε τοὺς ἁγίους ἄνδρας ἀνέχεται, καὶ μὴ βουλομένων αὐτῶν ὀρέγει τὸν ἔλεον. Οὕτως Ἠλία τοῦ πάνυ τὸν ὑετὸν ἐπισχόντος, αὐτὸς οἷόν τις πρεσβευτὴς παραγίνεται πρὸς τὸν δοῦλον, «Πορεύθητι, λέγων, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω τὸν ὑετὸν ἐπὶ προσώπου τῆς γῆς.» Τοσαύτης τοιγαροῦν ἡμερότητος ἀπολαύοντες, ταῖς εὐεργεσίαις ἁρμόττουσαν τὴν γνώμην ἐπιδειξώμεθα, καὶ κατὰ τοὺς θείους αὐτοῦ πολιτευσώμεθα νόμους, ἵνα δρεψώμεθα τοὺς ἀγαθοὺς τούτων καὶ ἐπεράστους καρποὺς, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.