Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1741
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΥΠΟΘΕΣΙΣ. Τῆς τοῦ θεσπεσίου Μιχαίου προφητείας ἁψάμενος, τῆς Δεσποτικῆς ἀνεμνήσθην φωνῆς, ἣν ἐν τοῖς ἱεροῖς ἀφῆκεν Εὐαγγελίοις, τῶν Ἰουδαίων τραγῳδῶν τὴν μοχθηρίαν, καὶ ἀγνώμονα γνώμην· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολήσασα τοὺς ἀπεσταλμένους πρὸς αὑτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. «Τοσούτοις γὰρ καὶ τοιούτοις ἀνδράσι τὴν προφητικὴν δωρησάμενος χάριν, τοῖς χαλεποῖς τοῦ Ἰσραὴλ ἰατροὺς ἐπέστησεν ἕλκεσι. Τούτων δὲ εἷς καὶ ὁ μακάριος Μιχαίας, τὴν αὐτὴν ποιησάμενος πρόῤῥησιν τοῖς θαυμασίοις ἐκείνοις Ὡσηὲ, καὶ Ἰωὴλ, καὶ Ἀμώς· κοινωνεῖ δὲ αὐτοῖς καὶ τοῦ χρόνου, εἰ καὶ σμικρῷ τινι προὔλαβον ἐκεῖνοι, ἐν τῇ Ὀζίου βασιλείᾳ τῆς προφητείας ἀρξάμενοι· καὶ οὗτος γὰρ ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, εἶδεν ἃ εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ· ἐπὶ τούτων δὲ καὶ ὁ μακάριος προεφήτευσεν Ὡσηέ. Διὰ πλειόνων δὲ ὁ Δεσπότης Θεὸς ταυτὰ προαγορεύει, ἵνα τῶν προφητῶν αἰδεσθέντες τὸ πλῆθος οἱ τὴν ἀναλγησίαν νοσοῦντες, ὀψὲ γοῦν ποτε τῆς δυσσεβείας καὶ πονηρίας ἀπαλλαγῶσιν. Ἄρχεται δὲ ὁ θειότατος Μιχαίας οὕτω τῆς προφητείας· ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. βʹ. «Ἀκούσατε, λαοὶ πάντες, λόγους, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον,