Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1749
Not analysed yet
τῇ θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν αἱ ἀσέβειαι τοῦ Ἰσραήλ.» Σὺ δὲ, Λάχις, προτέρα δέξῃ τὴν τιμωρίαν, τῶν δέκα φυλῶν ζηλώσασα τὴν ἀσέβειαν, καὶ εἰς τὴν παρανομίαν τὴν Ἱερουσαλὴμ κατασύρασα. ιδʹ, ιεʹ. «Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν Ἰσραήλ. Ἕως τοὺς κληρονόμους σου ἀγάγω.» Τούτου χάριν καὶ παρὰ σοῦ πλῆθος αἰχμαλώτων οἱ πολέμιοι λήψονται· τούτους γὰρ ἐξαποστελλομένους ὠνόμασε· καὶ ἕως Γὲθ ἔρημος ἡ γῆ σου γενήσεται, ἐπειδὴ τῇ τῶν ἀνοήτων τοῦ Ἰσραὴλ βασιλέων ἠκολούθησας ἀσεβείᾳ. Ἐν ταύτῃ δὲ γενήσῃ τῇ ἐρημίᾳ, ἕως τοὺς κληρονόμους ἀγάγω σου, τουτέστιν, Ἕως ἂν τοὺς αἰχμαλώτους ἀπαχθέντας ἐλευθερώσας, ἐπαναγάγω πάλιν, καὶ τὴν πατρῴαν αὐτοῖς ἀποδῶ κληρονομίαν. Τινὲς δὲ τοὺς κληρονόμους, τοὺς πολεμίους ἡρμήνευσαν, οὕτω τὸ χωρίον νοήσαντες· «Οἰκήσει τοὺς οἴκους τοὺς ματαίους, οἵτινες εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν Ἰσραὴλ, ἕως τοὺς κληρονόμους,» ἀντὶ τοῦ, τοὺς πολεμίους, «ἀγάγω σοι.» Κατὰ δὲ τὸν Ἀκύλαν ἑνικῶς τεθεικότα τὸν κληρονόμον, καὶ βαθυτέραν εὑρίσκομεν διάνοιαν. Ἐν ἐρημίᾳ γὰρ, φησὶν, ἔσῃ τοὺς ματαίους οἴκους οἰκοῦσα, ἕως τὸν κληρονόμον ἀγάγω σοι, ὃν πόῤῥωθεν οἱ κακοὶ γεωργοὶ θεασάμενοι, κατὰ τὴν Δεσποτικὴν παραβολὴν, εἶπον· «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.» Οὗτος παραγενόμενος, οὐ τὴν Λάχις μόνην, ἀλλὰ καὶ πᾶσαν τὴν οἰκουμένην, τῆς τῶν ματαίων εἰδώλων δουλείας ἀπήλλαξε. Τούτοις ἐπάγει· «Κατοικοῦσα Λάχις κληρονομίαν ἕως Ὀδολλὰμ ἥξει.» Αὕτη δὲ, φησὶν, ἡ ἐρημία οὐ μόνον σὲ καθέξει, ἀλλὰ καὶ ἕως τῆς Ὀδολλὰμ ἐκταθήσεται, καὶ τὴν ἔνδοξον Ἱερουσαλὴμ καταλήψεται. Αὐτὴν γὰρ θυγατέρα Σιὼν, προσηγόρευσε· πρὸς ἣν καὶ τὸν λόγον τρέψας φησίν· «Ἡ δόξα τῆς θυγατρὸς Σιὼν, (ιϛʹ.) ξύρησαι, καὶ κεῖραι ἐπὶ τὰ τέκνα σου τὰ τρυφερὰ, ἐμπλάτυνον τὴν ξύρησίν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.» Πένθιμον ἀνάλαβε σχῆμα, καὶ τὸν ἀπὸ τῶν τριχῶν ἄφελε κόσμον, ἀετὸν μιμουμένη, πάντων εἰς καιρὸν κατὰ τὸν τῆς φύσεως νόμον γυμνούμενον τῶν πτερῶν· ὃς κατὰ τουτονὶ τὸν καιρὸν οὐδὲ θηρεύειν ἰσχύει, οὐδὲ φοβερός ἐστιν οἷς πρότερον ἦν φοβερός. Τούτῳ παραπλησίως καὶ σὺ, τῆς ἐμῆς γυμνουμένη προνοίας, εὐάλωτος ἔσῃ τοῖς πολεμίοις, ὡς τῶν οἰκητόρων σου πάντων ἔρημος γιγνομένη. ΚΕΦΑΛ. Βʹ. αʹ. «Ἐγένοντο γὰρ λογιζόμενοι κόπους, καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὑτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά.» Οὐδὲ γὰρ τὰς νύκτας δίχα παρανομίας διῆγον, ἀλλὰ νύκτωρ τὴν πονηρίαν προμελετῶντες, καὶ τοῖς λογισμοῖς ταύτην διαγρά-