Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1752
Not analysed yet
φοντες, μεθ' ἡμέραν ταῖς βουλαῖς ἐπετίθουν τὰ ἔργα. Τίνα δὲ ταῦτα καὶ ὅσα, ἀπαριθμεῖται. «Διότι οὐκ ἦραν χεῖρας πρὸς τὸν Θεὸν αὑτῶν. (βʹ.) Καὶ ἐπεθύμουν ἀγροὺς, καὶ ἥρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.» Καὶ τὰς παρανομίας διεξελθὼν, προλέγει τὴν τιμωρίαν. γʹ. «Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστι.» Τοὺς γὰρ θρασεῖς ὑμῶν καὶ ἀλαζονικοὺς κατακάμψω τραχήλους, καὶ τῷ μεγέθει τῆς παιδείας κύπτειν εἰς γῆν ἀναγκάσω· ταῖς γὰρ ἄλλαις φυλαῖς παραπλησίως, καὶ τήνδε παραδώσω τὴν φυλὴν τῇ δουλείᾳ διὰ τὰς προῤῥηθείσας παρανομίας. δʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λεγόντων· Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν.» Ἐντεῦθεν καὶ τὰ πρόσθεν εἰρημένα ῥᾷον ἄν τις νοήσειεν· ὃ γὰρ εἶπεν ἄνω πένθος Σειρήνων, τοῦτο ἐνταῦθα θρῆνον ἐμμελῆ καλεῖ. Ὡς εἶναι δῆλον, ὅτι κἀκεῖ τὸν ἐμμελῆ θρῆνον πένθος Σειρήνων κατὰ τὸν περιφερόμενον ἐκάλεσε μῦθον. Τούτων, φησὶν, ἐπενεχθέντων αὐτῇ τῶν κακῶν, οὐ θρηνήσουσι μόνον ὑμᾶς οἱ τὰ καθ' ὑμᾶς ἀκούοντες, ἀλλὰ καὶ οἷόν τινι παραβολῇ κεχρημένοι, ἑτέροις τὰ ὑμέτερα προσοίσουσι διηγήματα. Καὶ ὑμεῖς δὲ πρὸς ἀλλήλους ἐρεῖτε· «Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν, τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν. (εʹ.) Διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ.» Ἐπειδὴ γὰρ, τούτων αἰχμαλώτων ἀπαχθέντων, οἱ περίοικοι τὴν ὑπὸ τούτων γεωργουμένην διενείμαντο γῆν, τοῦτο, φησὶν, ἀκούοντες, ὀλοφυρόμενοι καὶ δακρύοντες πρὸς ἀλλήλους ἐρεῖτε, ὅτι Ἡ θεόθεν ἀφορισθεῖσα μερὶς τῷ Ἰσραὴλ, ὑπὸ τῶν ἐχθίστων ἀλλοφύλων μετρηθεῖσα διῄρηται, οὐδενὸς ἀπείργοντος καὶ τὴν πλεονεξίαν παύοντος· κἀγὼ μὲν ἐκεῖθεν ἐκβέβλημαι, καὶ τὸν δοθέντα κλῆρον οὐκ ἔχω· τοὺς δὲ ἐμοὶ προσήκοντας ἀγροὺς ἕτεροι διανέμονται. Οὕτω τὰ λυπηρὰ διαγγείλας, παραίνεσιν εἰσφέρει τὸ χρήσιμον ἔχουσαν. «Ἐν ἐκκλησίᾳ Κυρίου, (ϛʹ, ζʹ.) μὴ δακρύετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ γὰρ ἀπώσεται ὀνείδη ὁ λέγων· Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. Εἰ ταῦτα ἐπιτηδεύματα αὐτοῦ ἐστιν, οὐχὶ οἱ λόγοι αὐτοῦ καλοί εἰσι μετ' αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται;» Οὐ χρὴ, φησὶν, ἀλγεῖν ὑμᾶς ἐπὶ τῇ τιμωρίᾳ, ἀλλὰ τὴν ἁμαρτίαν θρηνεῖν· οὐδὲ λόγῳ τὴν παρανομίαν ὁμολογεῖν, ἀλλ' ἔργῳ δεικνύναι τὴν τῶν πραγμάτων μεταβολήν· τοὺς γὰρ τοῖς ἔργοις κοσμουμένους λόγους ἐπαινεῖ Θεός.