Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1756
Not analysed yet
ὀλίγοις ἀπέδρα· ἁλοὺς δὲ, πρῶτον μὲν εἶδε τὴν τῶν παίδων σφαγήν· εἶτα στερηθεὶς τῶν ὀμμάτων, πεπεδημένος ἀπήχθη. «Ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν·» οὐκ ἀμύνων, ἀλλὰ προϊέμενος δηλονότι. ΚΕΦΑΛ. Γʹ. αʹ—δʹ. «Καὶ ἐρεῖ· Ἀκούσατε δὴ, αἱ ἀρχαὶ τοῦ Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ· οὐχ ὑμῖν ἐστι γνῶναι τὸ κρῖμα; Οἱ μισοῦντες τὰ καλὰ, καὶ ζητοῦντες τὰ πονηρά· ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστῶν αὐτῶν. Ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέας εἰς χύτραν· οὕτω κεκράξονται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὑτοῦ ἀπ' αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν ἐν αὐτοῖς.» Πρὸς τοὺς ἄρχοντας ποιεῖται τὸν λόγον· οἱ πεπιστευμένοι γὰρ τὸ κρίνειν, ἐπάτουν τὸ δίκαιον· διότι κατ' ἐρώτησιν πρὸς αὐτοὺς λέγει· Οὐχ ὑμεῖς εἴχετε τοῦ κρίνειν τὴν ἐξουσίαν, ὥστε κολάζειν μὲν τοὺς πλημμελοῦντας, ἀθώους δὲ ἀφιέναι τοὺς ἀνευθύνους; Πῶς τοίνυν τῶν νόμων προστατεύειν πεπιστευμένοι, ἀπεστρέφεσθε μὲν τῶν ἀγαθῶν ἔργων τὴν πρᾶξιν, θερμῶς δὲ περὶ τὰ πονηρὰ διέκεισθε; Τοσαύτῃ δὲ πλεονεξίᾳ κατὰ τῶν πενήτων ἐκέχρησθε, ὥστε πάντων αὐτοὺς τῶν ὑπαρχόντων γυμνοῦν. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν, καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστῶν αὐτῶν.» Ταῦτα τοίνυν τετολμηκότες, κἂν μυριάκις τὴν παρ' ἐμοῦ συμμαχίαν αἰτήσητε, ἐπικουρίας οὐδεμιᾶς ἀπολαύσετε. Οὕτω τοῖς ἄρχουσιν ἀπειλήσας, ἐπὶ τοὺς προφήτας μεταφέρει τὸν λόγον. εʹ. «Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας, τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὑτῶν, καὶ κηρύσσοντας ἐπ' αὐτῶν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν· ἡγίασαν ἐπ' αὐτὸν πόλεμον.» Ψεύδη, φησὶν, οἱ τῆς ἀπάτης προφῆται χρησμολογοῦντες, οἷόν τισι δήγμασι τῇ κολακείᾳ τῶν λόγων τὸν λαὸν ἐλυμήναντο, ἐναντία μὲν τοῖς ἐμοῖς προφήταις φθεγγόμενοι, εἰρήνην δὲ αὐτοῖς ὑπισχνούμενοι. Ἀλλ' οἱ μὲν ἐκείνων λόγοι τὴν εἰρήνην ἔσχον, τὰ δὲ πράγματα τὸν πόλεμον δείκνυσι. Πρόξενοι δὲ τῶν ἐκ τοῦ πολέμου κακῶν οἱ τὴν εἰρήνην ἐπαγγειλάμενοι, καὶ ἐμποδὼν τῇ τοῦ λαοῦ μεταμελείᾳ γενόμενοι. Τὸ δὲ, «Ἡγίασαν ἐπ' αὐτὸν πόλεμον,» ἀντὶ τοῦ ἀφώρισαν τέθεικε, τουτέστι προὐξένησαν. ϛʹ, ζʹ. «Διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἀπὸ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα. Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ' αὐτῶν πάντες αὐτοὶ, διότι οὐκ ἔσται