Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1757
Not analysed yet
ὑπακούων αὐτῶν.» Τῶν γὰρ πραγμάτων ἐναντίων φαινομένων, καὶ ἀντὶ τῆς ὑπ' αὐτῶν θρυλλουμένης εἰρήνης τῆς συμπλοκῆς ὁρωμένης, γέλωτα μὲν ὀφλήσουσιν οἱ τὰ ψευδῆ μαντευσάμενοι· ἐγκαλυπτόμενοι δὲ βαδιοῦνται οἱ τοῖς ἐνυπνίοις θαῤῥεῖν παρακελευσάμενοι· μεσούσης δὲ ἡμέρας ἐν σκότῳ διάξουσι, καὶ νύκτα τὴν ἡμέραν ἡγήσονται, τῷ φόβῳ τῶν ὁρωμένων βαλλόμενοι· πολλαῖς δὲ αὐτοὺς πλυνοῦσι λοιδορίαις οἱ ταῖς ἐκείνων ἀπαχθέντες μαντείαις. ηʹ. «Ἐγὼ δὲ, φησὶν ὁ προφήτης, ἐνεπλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου, καὶ κρίματος, καὶ δυναστείας, τοῦ ἀπαγγεῖλαι τῷ Ἰακὼβ ἀσεβείας αὐτοῦ, καὶ τῷ οἴκῳ Ἰσραὴλ ἁμαρτίας αὐτῶν.» Οὔτε γὰρ ὅμοια τοῖς παρανόμοις ἐκείνοις δρᾶσαι τολμήσω· ὑπὸ δὲ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἐνεργούμενος, καὶ τῆς τοιαύτης δυνάμεως ἐμπιπλάμενος, σὺν παῤῥησίᾳ τοῦ λαοῦ τὴν ἀσέβειαν διελέγξω. Οὕτως ὑποσχόμενος διαῤῥήδην ἐλέγξειν τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας, ἀντικρὺς βοᾷ· θʹ, ιʹ. «Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες. Οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.» Τὸ κρίνειν, φησὶ, πεπιστευμένοι, κατέχειν ἀκλινῶς οὐκ ἠβουλήθητε τὰ τῆς δίκης ζυγά· ἀλλὰ τοῦ δικαίου μὲν ἐποιεῖσθε λόγον οὐδένα, τὸ δὲ ἄδικον δίκαιον ἐπειρᾶσθε δεικνύναι, καὶ ταύτῃ κεχρημένοι τῇ γνώμῃ, αἱμάτων ἀδίκων τὴν Ἱερουσαλὴμ ἐνεπλήσατε· δωροδοκίᾳ μὲν οἱ ἄρχοντες χρώμενοι, οἱ δὲ ἱερεῖς τὰς περὶ τῶν νομίμων ἀποκρίσεις μετὰ χρημάτων ποιούμενοι, καὶ προῖκα τὴν θείαν ἐκτελεῖν λειτουργίαν οὐκ ἀνεχόμενοι· οἱ δὲ ὑπὸ τῶν ἐναντίων πνευμάτων ἐνεργούμενοι προφῆται, ἔμμισθον τὴν ψευδῆ μαντείαν παρέχοντες, καὶ μετὰ δώρων τὴν ἀπάτην προσφέροντες, καὶ τοῦτο δρῶντες τὴν θείαν ἔχειν ἐφαντάζοντο συμμαχίαν, λέγοντες· «Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; Οὐ μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς κακά.» Ἐπειδὴ τοίνυν παρανομίᾳ πάσῃ συζῶντες, μάτην ἐπερείδεσθε τῇ θείᾳ προσηγορίᾳ, γινώσκετε, ὅτι ιβʹ. «Διὰ τοῦτο δι' ὑμᾶς, Σιὼν, ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τὸ τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.» Τοσαύτη, φησὶν, ἐρημία τὴν πολυθρύλλητον ταύτην καταλήψεται πόλιν, ὡς τὸν μὲν θεῖον οἶκον φυτῶν ἀναπλησθῆναι, καὶ ἀπεικασθῆναι δρυμῷ· τὰ δὲ τῶν τειχῶν ἔνδον, τὰ πάλαι ὑπὸ τῶν ἐνοικούντων στενοχωρούμενα, ταῖς ἔξω τῶν περιβόλων ἀρούραις νεουργεῖσθαι παραπλησίως, καὶ σπείρεσθαι, ὡς μηδὲν ὀπωροφυλακίου τὴν Ἱερουσαλὴμ διαφέρειν, ὃ μετὰ τὴν τῶν καρπῶν συλλογὴν ἔρημον μένει, τοῦ πρώην φυλάττοντος οἴκαδε ἐπανιόντος. Ταῦτα δὲ πέρας μὲν ἔλαβε καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἡνίκα