Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1760
Not analysed yet
τὴν πόλιν ἑλὼν σὺν τῷ βασιλεῖ τοὺς ἐνοικοῦντας αἰχμαλώτους ἀπήγαγεν· ἀκριβέστερον δὲ ἔστιν ἰδεῖν τῆς προφητείας τὸ τέλος μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τῶν Ἰουδαίων λύτταν καὶ μανίαν γεγενημένην. Ἄχρι γὰρ τοῦ παρόντος ὁ πολυθρύλλητος ἐκεῖνος νεὼς ἐκ βάθρων ἀνασπασθεὶς ἐρημίᾳ παντελεῖ παρεδόθη, ὡς ἀγνοεῖν τοὺς ὁρῶντας, ποῖος ἦν τῶν πάλαι ἁγίων ὁ τόπος. Οὕτω τοίνυν ἡ θεία χάρις διὰ τῆς προφητικῆς γλώττης τὰ περὶ ἐκείνου προαγορεύσασα τοῦ νεὼ, τῆς εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν πεπιστευκυίας Ἐκκλησίας προθεσπίζει τὴν περιφάνειαν. Λέγει δὲ οὕτως· ΚΕΦΑΛ. Δʹ. αʹ—γʹ. «Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοί. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν.» Μέχρι γὰρ τῶν ἐσχάτων τῆς γῆς τὸ εὐαγγελικὸν καὶ θεῖον διέδραμε κήρυγμα, κατὰ τὴν ἐπὶ τοῖς ἱεροῖς Εὐαγγελίοις φερομένην τοῦ Κυρίου πρόῤῥησιν. «Κηρυχθήσεται γὰρ, ἔφη, τοῦτο τὸ Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη εἰς μαρτύριον αὐτοῖς.» Καὶ τοῖς ἁγίοις δὲ ἀποστόλοις παρηγγύησε, λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Οὗτος ὁ εὐαγγελικὸς νόμος, καὶ ἀποστολικὸς λόγος, ἀπὸ τῆς Ἱερουσαλὴμ, οἷον ἀπό τινος πηγῆς ἀρξάμενος, πᾶσαν τὴν οἰκουμένην διέδραμε, τοῖς μετὰ πίστεως προσιοῦσι τὴν ἀρδείαν προσφέρων. Ἔστι δὲ ἰδεῖν καὶ τοὺς θείους οἴκους ἐν μέσῳ καὶ πόλεων, καὶ κωμῶν, καὶ ἀγρῶν, καὶ ἐσχατιῶν διακειμένους, καὶ μεγέθει, καὶ κάλλει διαπρέποντας, ὡς καὶ αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπισημοτέρους εἶναι, καὶ περιφανεστέρους. Εἰ δὲ καὶ βουνοὺς καὶ ὄρη, τὰ πάλαι ἐν τούτοις τῶν ἀλαστόρων δαιμόνων τεμένη νοῆσαί τις ἐθελήσειε, καὶ οὕτως εὑρήσει τὸν προφητικὸν λόγον ἀληθείᾳ κοσμούμενον· τὰ μὲν γὰρ ἐκ βάθρων ἀνεσπασμένα, φροῦδά ἐστι παντελῶς· οἱ δὲ θεῖοι ναοὶ, τῶν κατ' οὐρανὸν ἀστέρων καὶ τὸ πλῆθος καὶ τὸ κάλλος μιμοῦνται. Ἰουδαῖοι δὲ ταῦτα νοεῖν οὐκ ἐθέλουσιν οὕτως, ἀλλὰ τῆς ἐκ Βαβυλῶνος ἐπανόδου πρόῤῥησιν ταῦτα εἶναί φασι· καὶ τὸ μὲν ἐκείνους ἠλιθίους ὄντας οὕτω νοεῖν, θαυμαστὸν οὐδέν· συμβαίνει γὰρ αὐτῶν ταῖς ἄλλαις παρανοίαις καὶ ὁ περὶ τήνδε τὴν προφητείαν πλάνος·