Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1776
Not analysed yet
διελεγχθήσεται.» Ἐπειδὴ γὰρ λογικοὶ ὄντες ἀλογίαν νοσοῦσι, κριταῖς τοῖς ἀψύχοις κατὰ τῶν λογικῶν χρήσομαι. γʹ. «Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.» Εἰπὲ τὴν αἰτίαν τῆς ἔχθρας· ἔλεγξον, εἴ τινος λυπηροῦ πεπείρασαι παρ' ἐμοῦ. Καὶ ἐπειδὴ σιγᾷν ἦν ἀνάγκη μηδὲν ἔχοντα λέγειν, εἰκότως ἐπήγαγεν· «Ἀποκρίθητί μοι·» εἴ τι λέγειν ἔχεις, εἰπὲ προφανῶς. δʹ. «Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ.» Ἀλλ' ἆρα μὴ τοῦτο ὡς ἀδίκημα προσφέρεις, ὅτι σε τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλάξας δουλείας, ἀκραιφνῆ σοι τὴν ἐλευθερίαν ἐδωρησάμην, ὑπουργοῖς ἀνδράσι θαυμασίοις καὶ ἀοιδίμοις χρησάμενος, τῷ Μωσῇ, καὶ τῷ Ἀαρὼν, οὐδὲ τὰς γυναῖκας τῆς προσηκούσης ἀποστερήσας ἐπιμελείας, καὶ ταύταις τὴν Μαριὰμ ἐπιστήσας, καὶ προφητικοῦ χαρίσματος ἐμπλήσας; Ἀλλ' εἰ τούτων ἀμνημονῆσαι θέλεις, τῶν κατὰ τὸν Βαλαὰμ ἀναμνήσθητι, καὶ σκόπησον, ἐπὶ τίσι μὲν αὐτὸν ὁ Βαλαὰμ μετεπέμψατο· ὅπως δὲ ἐκεῖνος, ὑπὸ τῆς ἐμῆς δυνάμεως ἐνεργούμενος, οὐκ ἀρὰν ὑμῖν, ἀλλ' εὐλογίαν προσήνεγκε. Τούτων δὲ ἔδρων ἕκαστον, οὐ μισθόν σοι δικαιοσύνης· ὀρέγων, ἀλλὰ τὴν ἐμαυτοῦ δικαιοσύνην δήλην ποιῶν· ὑποσχόμενος γὰρ τῷ ὑμετέρῳ προπάτορι, τὰς πρὸς ἐκεῖνον ἐπλήρουν συνθήκας. Τούτους ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Θεοῦ ποιησάμενος τοὺς λόγους, καὶ τοῦ λαοῦ τὴν ἀναλγησίαν θεώμενος, αὐτὸς ἀντὶ τοῦ λαοῦ τοὺς τῆς εὐσεβείας ἀνακινεῖ λογισμοὺς, καί φησιν· ϛʹ. «Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ μου ὑψίστου;» Πῶς ἀμείψομαι τὸν τοσούτων μοι πρόξενον ἀγαθῶν; ποίαις ἀντιδόσεσι ἐπιχρήσομαι; «Εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; (ζʹ.) Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ μυριάσι χιμάρων πιόνων; εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;» Οὐδὲν, φησὶ, τῶν ἀνθρωπίνων, οὐ μόσχων πλῆθος, οὐχ ὁλόκληρα ποίμνια, οὐ μυριάδες ἐρίφων (χιμάρους γὰρ τοὺς ἐνιαυσίους ἐρίφους καλεῖ), οὐχ οἱ πρῶτοι λύσαντες τὰς ὠδῖνας παῖδες, εἰς θυσίαν τῷ Θεῷ προσφερόμενοι, λῦσαί μου τῶν ἁμαρτημάτων ἀρκοῦσι τὸ πλῆθος. Εἰ δὲ ἅπαντα ταῦτα εἰς ἁμαρτημάτων λύσιν οὐκ ἀπόχρη, τίσι τὰς θείας εὐεργεσίας ἀμείψομαι; οὕτω τοὺς ἀνθρωπίνους προτεθεικὼς λογισμοὺς, τὴν θείαν προσφέρει πάλιν ἀπόκρισιν. ηʹ. «Ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν· καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρῖμα, καὶ ἀγαπᾷν ἔλεον, καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου;» Τοῦτο