Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1777
Not analysed yet
καὶ διὰ μακαρίου Δαβὶδ ὁ τῶν ὅλων ἔφη Θεός· ἐκβαλὼν γὰρ ἅπαντα τῶν θυσιῶν τὸν κατάλογον, καὶ εἰρηκώς· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ·» ἐπήγαγε· «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ πάλιν· «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ταυτὰ δὲ καὶ παρὰ πᾶσιν εὕροι τις ἂν τοῖς προφήταις. «Λέγει τοίνυν κἀνταῦθα, ὅτι Δῆλά ἐστι τὰ παρ' ἐμοῦ σοι νομοθετηθέντα. Βούλεται γὰρ ἐπιμελεῖσθαί σε τοῦ δικαίου, καὶ περὶ τὸν πέλας εἶναι φιλάνθρωπον, καὶ εἰς ἅπαντα ὑπακούειν τῷ πεποιηκότι Θεῷ. Ταυτὰ δὲ καὶ διὰ Μωσέως ἐνομοθέτησεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν.» Τούτων τοίνυν ὑπὸ σοῦ γιγνομένων, θʹ. «Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.» Δι' αὐτῶν γὰρ τῶν πραγμάτων τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύοντες, δόξετε ἀκούειν καὶ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς ποριζούσης ὑμῖν τὴν σωτηρίαν. «Ἄκουε, φυλή· τίς κοσμήσει πόλιν; (ιʹ.) Μὴ πῦρ, καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικίας·» Καθάπερ γὰρ οὐ κόσμον πόλει τὸ πῦρ, ἀλλ' ἐμπρησμὸν ἐπάγει καὶ ὄλεθρον· οὕτως ἡ ἐπὶ τὴν ἀδικίαν ῥοπὴ, μετὰ θρασύτητος γιγνομένη καὶ ὕβρεως, λωβᾶται τοὺς κεχρημένους. ιαʹ, ιβʹ. «Εἰ δικαιωθήσεται ἐν) ζυγῷ ἄδικος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου; Ἐξ ὧν τὸν πλοῦτον αὑτῶν ἀδικίας ἐνέπλησαν, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῷ ἐλάλουν ψευδῆ, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν.» Πρὸς τῇ γὰρ ἀσεβείᾳ καὶ παρανομίᾳ, ἐτόλμων ὧν ἀρτίως τὴν κατηγορίαν ἐποιήσατο· στάθμια μὲν ἄδικα καὶ ζυγὰ κεκτημένοι, ἐκ πλεονεξίας δὲ τὸν πλοῦτον συλλέγοντες, ψευδέσι δὲ λόγοις τὴν γλῶτταν μολύνοντες. Τούτου χάριν, φησὶν, ἀρχὴν τῆς κατὰ σοῦ τιμωρίας ποιήσομαι, καὶ δίκας σε τῆς παρανομίας εἰσπράξομαι, καὶ συχνά σοι καὶ ἐπάλληλα ἐπάξω κακά. Τοῦτο γὰρ εἶπε· ιδʹ. «Σὺ φάγεσαι, καὶ οὐ μὴ ἐμπλησθῇς.» Περιβαλῶ δέ σε τῷ ζόφῳ τῶν συμφορῶν, καὶ φυγῇ χρησάμενος οὐκ ἀπαλλαγήσῃ τῶν πολεμούντων.» Ἐκνεύσεις γὰρ, φησὶ, καὶ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἐὰν διασωθῶσιν, ἐν ῥομφαίᾳ παραδοθήσονται.»