Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1781
Not analysed yet
τῆς κηδεστρίας ἐπιμελεῖσθαι· πάντων οἷον ἐν διαστάσει τινὶ γιγνομένων, καὶ ἀλλήλων ὑπερορώντων, καὶ μόλις τῆς οἰκείας σωτηρίας προμηθουμένων. Ἀλλ' ἐκεῖνοι μὲν ἐν τούτοις ἔσονται· ἐγὼ δὲ, φησὶν ὁ προφήτης, ζʹ. «Ἐν τῷ Κυρίῳ ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.» Καὶ δεικνὺς, οἷος τῆς ὑπομονῆς ὁ καρπὸς, «Ἐπακούσεταί μου, φησὶν, ὁ Θεός μου.» Οὕτω σαφῶς διδάξας τῆς εἰς Θεὸν ἐλπίδος τὸ κέρδος, τῆς Ἱερουσαλὴμ ἀναλαμβάνει τὸ πρόσωπον, καὶ πρὸς τὴν Ἰδουμαίαν ποιεῖται τοὺς λόγους, ἐχθρὰν οὖσαν ἀεὶ καὶ πολεμίαν. ηʹ. «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα.» Ἀναστήσομαι γὰρ τῆς θείας ἀπολαύουσα κηδεμονίας· αὐτὸς γὰρ καὶ ἐν σκότῳ διαγούσῃ τὴν οἰκείαν αἴγλην παρέξει. Νῦν δὲ ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ· οἶδα γὰρ τῆς τιμωρίας τὸ δίκαιον, εἰς τὸ μέγεθος ἀποβλέπων τῆς ἁμαρτίας. Ἀναμένω δὲ ὅμως τὴν δικαίαν κατὰ τῶν πολεμησάντων κρίσιν. Εἰ γὰρ καὶ ἐγὼ δίκας ἔτισα ὑπὲρ ὧν ἐπλημμέλησα, ἀλλ' ἐκεῖνοι ἀδίκῳ κατ' ἐμοῦ ἐχρήσαντο γνώμῃ. Ταυτὴν ἔχει τὴν ἔννοιαν τὸ, «Ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, καὶ ποιήσῃ τὸ κρῖμά μου, καὶ ἐξάξῃ με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.» Ὑπὸ μὲν γὰρ αὐτοῦ κατακέκριμαι δικαίως· κατὰ δὲ ἐκείνων ἔχω δίκαια πάμπολλα, καὶ τούτου χάριν τὴν θείαν ψῆφον προσμενῶ· ὅταν δὲ ταύτην ἐξενεχθεῖσαν θεάσωμαι, καὶ τῆς ἐκείνων δουλείας ἀπαλλαγῶ, ιʹ. «Ὄψεται ἡ ἐχθρά μου, καὶ καλύψει αὐτὴν αἰσχύνη, ἡ λέγουσα πρός με· Ποῦ ἐστιν ὁ Θεός σου;» Οὐ μόνον δὲ αὕτη ὄψεταί μου τὴν εὐημερίαν, καὶ τοῦ Θεοῦ μου τὴν δύναμιν, καθ' οὗ τὴν γλῶσσαν ἐξέτεινεν, ἀλλὰ καὶ ἐγὼ τὴν αὐτῆς ὄψομαι δυσπραξίαν. «Οἱ ὀφθαλμοί μου γὰρ ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα, ὡς πηλὸς ἐν ταῖς ὁδοῖς. (ιαʹ.) Ἡμέρα ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη· καὶ ἀπώσεται νόμιμά σου. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ αἱ πόλεις σου ἥξουσιν εἰς συγκλεισμὸν, καὶ εἰς διαμερισμὸν Ἀσσυρίων.» Καθάπερ γὰρ ὁ εἰς ἀλοιφὴν καὶ χρίσμα τῶν πλίνθων κατασκευαζόμενος πηλὸς, θύραζε ῥιπτούμενος, ὑπὸ τῶν παριόντων ἁπάντων καταπατεῖται, ὥστε εἰς δέον τὰς βώλους διαλυθῆναι· οὕτως ἔσῃ πρόχειρος ἅπασι καὶ εὐάλωτος, ὑπὸ πάντων τῶν περιοίκων ἀναιρουμένη καὶ πατουμένη. Τότε σου καὶ οἱ παράνομοι νόμοι λήψονται πέρας, καὶ αἱ πόλεις ὑπομενοῦσι πολιορκίαν· τοῦτο γὰρ ἐκάλεσε συγκλεισμόν· καὶ τῶν ἐνοικούντων τὸ πλῆθος ὑπὸ τῶν πολεμίων διαιρούμενον δουλεύειν ἀναγκασθήσεται. Ἐπειδὴ δὲ καὶ αἱ ἄλλαι περίοικοι πόλεις ταῖς Ἰουδαίων ἐφήδοντο συμφοραῖς, ἀναγκαίως καὶ Τύρου, καὶ Συρίας, καὶ τῶν ἄλλων