Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1784
Not analysed yet
μέμνηται πόλεων, τῶν ὑπὸ Ἀσσυρίων καὶ Βαβυλωνίων ἐκπορθηθεισῶν· λέγει δὲ καὶ τίνες αὗται, ἀπὸ τῶν ὅρων δήλας αὐτὰς ποιῶν. «Ἀπὸ θαλάσσης γὰρ, φησὶν, ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους.» Τουτέστιν, ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης, τῆς πρὸς ἕω κειμένης, ἕως τῆς πρὸς ἑσπέραν, καὶ ἀπὸ τοῦ ὄρους τῶν Ἰδουμαίων ἕως τοῦ Λιβάνου, πάντες οἱ ἐν μέσῳ τοῖς πολεμίοις παραδοθήσονται. Τοῦτο γὰρ ἐπήγαγεν εἰρηκώς· «Ἡμέρα ὕδατος καὶ θορύβου.» Δίκην γὰρ ὕδατος ῥοίζῳ φερομένου, τῆς στρατιᾶς ἐκείνης προσβαλεῖ τὸ πλῆθος, καὶ τὴν μὲν γῆν ἐρημίᾳ περιβαλεῖ, σφαγῇ δὲ καὶ δουλείᾳ τοὺς οἰκήτορας παραδώσει. Καὶ τὴν αἰτίαν δεικνὺς, «Ἀπὸ καρπῶν, φησὶν, ἐπιτηδευμάτων αὑτῶν.» Οὕτω τὰ ἐσόμενα τοῖς ὁμόροις ἔθνεσι προθεσπίσας, τὴν μετὰ τὴν ἐπάνοδον εἰρήνην τῷ λαῷ προαγγέλλει. ιδʹ. «Ποίμαινε τὸν λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, πρόβατα κληρονομίας σου.» Καὶ ἐπειδὴ τροπικῶς τοὺς ἀνθρώπους ἐκάλεσε πρόβατα, ἐπέμε[ι]νε τῇ τροπῇ. «Κατασκηνοῦντας καταμόνας δρυμόν.» Τοὺς τῶν ἐθνῶν, φησὶ, πάντων κεχωρισμένους, καὶ ἰδιάζουσαν ἔχοντας τὴν νομήν. Τὸ δὲ, Ἐν ῥάβδῳ φυλῆς σου, τὴν τοῦ Ἰούδα σημαίνει φυλήν. Ἐκείνη γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν ἄλλων ἡγεῖτο, διαιρέσεως οὐκέτι τῶν φυλῶν γενομένης. Εἶτα διδάσκων, ὡς ἅπασαν ἣν πρὸ τῆς αἰχμαλωσίας κατεῖχον καθέξουσι γῆν μετὰ τὴν ἐπάνοδον, ἐπήγαγε· «Δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου νεμήσονται, τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος. (ιεʹ.) Καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐκ γῆς Αἰγύπτου δείξω αὐτοῖς θαυμάσια.» Ὅσην γὰρ, φησὶν, ἐξελθοῦσιν ὑμῖν ἐξ Αἰγύπτου χώραν ἐδωρησάμην, τοσαύτην ὑμῖν ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι παρέξομαι, θαυματουργίαις καταπλήττων τοὺς πολεμεῖν ὑμᾶς πειρωμένους. Ταῦτα γὰρ τὰ ἔθνη θεώμενα, αἰσχύνης ἀναπλησθήσεται, καὶ τῆς οἰκείας δυνάμεως τὴν ἀσθένειαν βλέποντα, «Ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὑτῶν, καὶ τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται. (ιζʹ.) Λείξουσι γὰρ χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὑτῶν ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐκστήσονται καὶ φοβηθήσονται ἀπὸ σοῦ.» Ὁρῶντες γάρ σου τὴν ἐξαίφνης γινομένην εὐπραξίαν, καὶ τὴν παρ' ἐμοῦ χορηγουμένην βοήθειαν, οὐδὲ λόγους ἀπηχεῖς κατὰ σοῦ τολμήσουσι φθέγξασθαι· ἀλλὰ δίκην ὄφεων εἰς γῆν ἰλυσπωμένων καταπεσοῦνται, οὐδὲν οὔτε δρᾶσαι, οὔτε εἰπεῖν τι τολμῶντες. Τούτοις ὁ προφήτης διακονήσας τοῖς λόγοις, τὴν θείαν ἐκπληττόμενος φιλανθρωπίαν, ἐβόησε· ιηʹ. «Τίς Θεὸς ὥσπερ σὺ ἐξαίρων ἀδικίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ;» Ἀῤῥήτῳ γὰρ, φησὶν, ἀγαθότητι, Δέσποτα, κεχρημένος, καὶ λόγων νικώσῃ διήγησιν, οὐκ ἀπαιτεῖς τοὺς ἀνθρώπους εὐθύνας τῶν ἁμαρτη-